Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἀλλὰ καὶ οἱ ἀπόστολοί φασιν ἐν τῇ διατάξει τῇ καλουμένῃ ὅτι »φυτεία θεοῦ καὶ ἀμπελὼν ἡ καθολικὴ ἐκκλησία«·
ἀλλὰ καὶ αὐτὸς ὁ κύριος πάλιν ἐν τῷ εὐαγγελίῳ ποιούμενος τὴν τοῦ ἀμπελῶνος παραβολήν, ὅτι »ἀνήρ τις οἰκοδεσπότης εἶχεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἔπεμψε ζητῶν καρπὸν καὶ οὐκ ἔδωκαν«,
ἀλλὰ καὶ πάλιν »ἀνήρ τις οἰκοδεσπότης ἔχων ἀμπελῶνα ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα καὶ περὶ τρίτην ὥραν καὶ ἔκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην«·
ὡς ἐξ ἅπαντος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸν τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δἰ ὀλίγου σπινθῆρος ἡ ἀυτοῦ ἀφάντωσις τῆς α’νατροῆς γενήσεται.
συντόμως δὲ κέχρημαι τῇ αἱρέσει διὰ τὸ ἤδη ἐξειπεῖν ὅτι εὔάλωτος ὑπάρχουσα οὐ πολλῆς δεῖται ἐργασίας πρὸς σύστασιν τῆς κατ’ αὐτῆς ἀληθείας· μάλιστα δὲ ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινάς, ἀλλ’ ἤ ἄρα σπανίους ἐν τοῖς ἀνωτάτω μέρεσιν.