Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅλον γὰρ τὸ σῶμα συγκεκερασμένον τοῖς καλῶς ἐν αὐτῷ γεγονόσιν ἐκ θεοῦ, φημὶ δὲ ὀρέξεσιν οὐ δἰ ἀτοπίαν τάξιν (λέγω δὲ τὸ ὀρέγεσθαι ὕπνου βρωτῶν πόματος ἐνδύσεως καὶ τῶν ἄλλων πάντων τῶν εἰς τὰ ἴδια καὶ θεῷ εὐάρεστα ἡμῖν συμβαινόντων), ὡς καὶ αὐτὴν τὴν ὄρεξιν τῆς κατὰ τὸ σῶμα ἐπιθυμίας οὐκ ἄταπον οὖσαν παραστήσαιμ’ ἄν.

ἔστιν γὰρ πρὸς παιδοποιίαν ἐν σεμνότητι δοθεῖσα καὶ εἰς δόξαν τοῦ ποιήσαντος τὰ πάντα, καθάπερ τῇ γῇ τὰ σπέρματα εἰς ἐπίχυσιν πλήθους τῶν ὑπὸ θεοῦ κεκτισμένων καλῶν γεννημάτων, * δέ φημι καὶ ἀκροδρύων, οὕτως καὶ τῇ ἀνθρωπότητι εἰς τὸ πληρῶσαι τό »αὐτξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν«.

4.Κέχρηνται δὲ οἱ τοιοῦτοι καὶ ἀποκρύφοις τισίν, ὡς καὶ ἀκηκόαμεν, ἀλλὰ καὶ ἐν μέρει ταῖς ῥηταῖς βίβλοις, λεξιθηροῦντες ἐκεῖνα μόνα, ἅτινα κατὰ τὸν νοῦν αὐτῶν παραπλέκοντες ἑτέρως μεταχειρίζονται.

οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται οὔτε ἐξ ὄφεως ἔσχε τὴν σποράν, ὡς παντί τῳ δῆλόν ἐστι. πῶς γὰρ εἴη τοῦτο, αὐτοῦ τοῦ κυρίου ἐπιμαρτυροῦντος καὶ λέγοντος ὅτι »οὐ μὴ πίω [αὐτὸ] ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἄν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«;

καὶ ἐπειδὴ ἡ ἀλήθεια τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρόγνωσιν θεοῦ τῶν ἐπιφερομένων κακῶν εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους, πανταχοῦ προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι·

ὡς διαρρήδην αὐτός [*](14 Gen. 1, 28 — 16ff vgl. Eusebius h. e. IV 29, 5; S. 390, 24ff Schwartz χρῶνται μὲν οὖν οὖτοι νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ἰδίως ἑρμηνεύοντες τῶν ἱερῶν τὰ νήματα γραφῶν· βλασφημοῦντες δὲ Παῦλον τὸν ἀπόστολον ἀθετοῦσιν αὐτοῦ τὰς ἀπιστολάς, μηδὲ τὰς πράξεις τῶν ἀποστόλων καταδεχόμενοι — 21 Matth. 26, 29) [*](M U (bis Z. 2 δηλητήρια; von da an V)) [*](4 συγκε κακρασμένον, γ statt v und das oben drüber gesetzte, überschüssige κε Vcorr 8f συμβαινόντων *] συμβαίνοντα VM 12 //εκτισμένων, κ wegradiert Vcorr κεκτισμένων Μ 13 γενημάτων VM | * etwa <βοτανῶν> * | δέ *] τε VM 17 λεξιθηρῶντες aus λεξηθηροῦντες Vcorr λεξιθηρῶντες Μ 22 [αὐτὸ] * | γενήματος V M)

202
που ὁ κύριος εἰς ἔλεγχον τοῦ ἐλεεινοῦ καὶ πεπλανημένου Σευήρου φάσκει, αὐτὸς ἑαυτὸν τὴν ἄμπελον λέγων »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή«. εἰ δὲ ὅλως ψεκτὸν ἦν τὸ τῆς ἀμπέλου ὄνομα, οὐκ ἄν τοῦ ὀνόματος εἰς ἑαυτὸν ἐποιεῖτο τὴν ὁμοιότηα.

ἀλλὰ καὶ οἱ ἀπόστολοί φασιν ἐν τῇ διατάξει τῇ καλουμένῃ ὅτι »φυτεία θεοῦ καὶ ἀμπελὼν ἡ καθολικὴ ἐκκλησία«·