Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὸ δὴ μυθολογῶν εἰς παράστασιν τὴς αὐτῶν ληρῳδίας τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς <βούλεται> ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα.

εἶναι δὲ καὶ τοὺς ῥᾶγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας εἴτουν σταγόνας, δαὶ τὸ κυκλοειδὲς ἤ τὸ μείουρον καὶ διαμφὲς ἑκάστον ῥωγὸς στρογγυλώσεως.

τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος καὶ πῆ μὲν εἰς θέλξιν ἀφροδισίων ἄγειν, πῆ δὲ εἰς οἶστρον ἐγείρειν, ἠδ’ αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. ὅθεν ἀπέχονται οἴνου παντελῶς οἱ τοιοῦτοι.