Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πόθεν δὲ οὐ διελεγχθήσῃ, αὐτοῦ τοῦ σωτῆρος φασκοντος ὅτι »ἐξουςίαν ἔχω τὴν ψυχήν μου θεὶναι καὶ λαβεῖν αὐτήν«, ὡς αὐτοῦ μὲν ψυχὴν εἰληφότος καὶ θέντος καὶ πάλιν λαβόντος, ὡς οὐκ ἀλλοτρίαν εἶναι τὴν ψυχὴν καὶ ἑτέρου δημιουρηοῦ.

πάλιν δὲ εὑρεθήσεταιἀγαθὸν σῶμα φορῶν.οὐ γὰρ ἂν πεισθήσεται ἀγαθός τις χρῆσθαι πονηρῷ ἔργω, ἵνα μὴ ἀπὸ τοῦ μετέχειν μέρους τοῦ πονηροῦ καὶ αὐτὸς χρανθήσεται τῇ τῆς ἐπιμίξεως πονηρίᾳ.

εἰ δὲ καὶ αὐτὸ ἀνέστησε, λέγε μοι, τί ἵνα ποιήσῃ μετὰ ἀνάστασιν καὶ αὐτὸ πάλιν καταλέλοιπεν μερίσας τοῖς τέσσαρρσι στοιχείοις, τῷ θερμῷ ὑγρῷ τὸ ὑγρόν;

εἰ γὰρ ἤγειρεν αὐτὸ ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη καὶ οὐκ ἀληθείας. ἤγειρεν δὲ αὐτὸ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ συμπαρέλαβεν ἑαυτῷ ὅπερ ἀνεπλάσατο εἰς ἑαυτόν, σῶμα σὺν ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει τελειιοτάτως·

ἐπειδὴ γὰρ συνεκάθισε κατὰ τὸν ἀποστολικὸν λόγον ὅτι »ὁ θεὸς ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις«, ὡς μαρτυσιν »ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; οὖτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὐμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον«.