Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ γὰρ ἤγειρεν αὐτὸ ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη καὶ οὐκ ἀληθείας. ἤγειρεν δὲ αὐτὸ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ συμπαρέλαβεν ἑαυτῷ ὅπερ ἀνεπλάσατο εἰς ἑαυτόν, σῶμα σὺν ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει τελειιοτάτως·

ἐπειδὴ γὰρ συνεκάθισε κατὰ τὸν ἀποστολικὸν λόγον ὅτι »ὁ θεὸς ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις«, ὡς μαρτυσιν »ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; οὖτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὐμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον«.

6. καὶ ἵνα μὴ πάλιν δοθῇ σοι πρόφασις πανηρίας κατὰ τῆς ἀληθείας, μετὰ χρόνον πολὺν τῆς τοῦ σωτῆρος ἡμῶς ἀναλήψεως Στέφανος ὁἅγιος τοῦ θεοῦ μάρτυς λιθαζόμενος ὑπὸ τῶν Ἰουδαίων ἀπεκρίνατο λέγων »ἰδού, ὁρῶ τὸν οὐρανὸν ἠνεψγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐστῶτα ἐκ δεξιῶν τοῦ πατρός«,

ἵνα δείξῃ αὐτὸ τὸ σῶμα ἐν ἀληθείᾳ εἰς πνευμνατικὸν ἀναστὰν σὺν τῇ θεότητι τοῦ μονογενοῦς ὅλον εἰς πνευματικὸν ἑνωθὲν καὶ εἰς θεότητα συνηνωμένον.

ἄνω δὲ αὐτὸ τὸ ἅγιον σῶμα σὺν [*](2 vgl. zu c. 4, 1; S. 194, 18 – 8 Joh. 10, 18 – 21 Eph. 2,6 – 23 Act. 1, 11 – 29 Act. 7. 56) [*](V M) [*](3 αὐτοῦ oben nachgetragen V corr | ἐληλύθασιν aus ἐλήλυθαν V corr 13 αὐτὸ] αὐτὸς Μ 16 καὶ 2 u. 2 M 25 εἰς τὸν οὐρανὸν nachgetragen V corr 28 ἀναλή///ψεως, μ ausradiert V corr | τοῦ 2 nachgetragen V corr 33 ἄνω δὲ + ἀναληφὲν ?* )

198
τῇ θεότητι ὄλος θεός, εἷς υἱός, ὁ ἅγιος τοῦ θεοῦ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, ὡς ἕχει καὶ τὸ τοῦ Μάρκου εὐαγγέλιον καὶ τῶν ἄλλων εὐαγγελιστῶν »καὶ ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός«. καὶ πανταχόθεν διαπεσεῖταί σου καὶ τῶν ὐπὸ σοῦ πεπλανημένων ὁ ἀγύρτης λόγος.

καὶ περὶ νεκρῶν ἀναστ;σεως ἄκουε τοῦ ἀποστόλου λέγοντος ὅτι »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανςίαν«.

εἰ μὴ γὰρ ἔμελλε τὸ θνητὸν ἐνδύσασθαι ἀθαναςίαν καὶ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρςίαν, οὐκ ἂν ὁ ἀθάνατος θανεῖς ἦλθεν, ἵνα ἐν αὐτῷ πάθῃ καὶ κοι μηθεὶς τὸ τριήμερον ἀνστῇ καὶ συνανενέγκῃ ἐν ἑαυτῷ συνηνωμένον τῇ θεότητι καὶ τῇ αὐτοῦ δόξῃ. ἵνα ἐκ τῆς αὐτοῦ ἀγαθῆς πρὸς ἡμᾶς ἐνδημίας τὴν πᾶσαν ἐλπίδ κατάσχωμεν ἐν ἀληθείᾳ, ὑποδεικνύων ἑαυτὸν τύπον ἡμῖν καὶ αρραβῶνα εἰς ἐλπίδα τῆς πάσης ζωῆς πραγματείας.