Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁ δὲ τρίτος [*](4ff vgl. Ancoratus c. 87, 3ff; I 108, 4ff Panarion haer. 64, 71, 6ff — 20ff vgl. Irenaeus adv. haer. III 25, 3; II 134f Harvey u. Panarion haer. 33, 10, 3; I 461, 11ff — 27 vgl. Matth. 5, 45) [*](V Μ 1 ἄφρο////ν, ο aus ω V corr ἄφρον M 5 βασιλεύσει, ει auf Rasur V corr 6 ἢ τὸ] ἤτοι V 9 ὁ] * | <ὁ>* <ὁ> * 18 τὸν] τῶν M | τοῦ 19 ἔδειξεν V 22 ἀγαθὸν1] ἀγαθοῦ Μ 23 τῷ ἀγαθῶ aus τῶν V corr)

102
εὑρισκόμενος παρ᾿ αὐτῷ πονηρός, εἰ ἔχει τὴν ἐξουσίαν τὰ πονηρὰ ἐργάζεσθαι καὶ κατισχύειν τῶν ἐν τῷ κόσμῳ ἢ τῶν ἄνωθεν ἀγαθῶν ἢ τοῦ μέσου δικαίου, εὑρεθήσεται ἰσχυρότερος οὗτος τῶν δύο θεῶν τῶν παρὰ Μαρκίωνι λεγομένων, ἐπειδὴ ἐξουσιάζει ἁρπάζειν τὰ ἀλλότρια·

καὶ ἀδρανεῖς λοιπὸν καταψηφισθήσονται οἱ δύο παρὰ τὸν ἕνα πονηρόν. οἱ μὴ δυνάμενοι ἀντέχειν καὶ ῥύεσθαι ἀπὸ τοῦ ἁρπάςοντος τὰ αὐτῶν ὄντα καὶ εἰς πονηρίαν μεταβάλλοντος.

7. ἄλλως δὲ πάλιν νοήσωμεν, ἵνα τὴν χλεύην τοῦ ἀγύρτου φωράσωμεν τῆς ματαιοφροσύνης. εἰ γὰρ ὅλως ὁ πονηρὸς πονηρὸς ὑπάρχει, ἁρπάζει δὲ τοὺς ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους, εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρός, τῶν ἀγαθῶν ὀρεγόμενος καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων.

εἰ δὲ καὶ τοὺς ἰδίους κρίνει τιμωρίαν τε τοὺς ἀδικήσαντας ἀπαιτεῖ, οὐκέτι πονηρὸς ἔσται ὁ πονηρῶν δικαστὴς ὑπάρχων. καὶ εὑρεθήσεται κατὰ πάντα τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρἐπουοα.

Πόθεν δὲ εἰλήφασι τὸ εἶναι αἱ τρεῖς ἀρχαί, πάλιν λέγε. τίς δὲ ὁ ταύταις ὁρισμὸν συστησάμενος; εἰ μὲν γὰρ ἕκαστος ἐν τῷ ἰδίῳ τόπῳ περιορίζεται, οὐκέτι τέλεια τὰ τρία εὑρεθήσεται ὁριζόμενα ἔν τισιν περιεκτικοῖς τόποις, εὑρεθήσεται δὲ τὸ ἑκάστου περιεκτικὸν μεῖζον τοῦ περιεχομένου καὶ οὐκέτι τὸ περιεχόμενον θεὸς ἂν κληρείη, ἀλλὰ μᾶλλον ἡ περιεκτικὴ ὁροθεσία.

εἰ δὲ καὶ εἰς ταὐτὸν ἀλλήλοις γενόμενοι νόμενοι ἕκαστος κατὰ όίεσιν τὸν )Λ́ιον ἐκληρώθη τόπον καὶ ἕκαστος ἐν τῷ ἰόίῳ ὼ)ν τῷ ὲτἐρῳ οὐκ ἐντρίβεται οὐΤε ἐπέρχεται, οὐκέτι αἱ ἀρχαὶ ἀλλήλαις ἐναντίαι οὐδέ τις αὐτῶν φαύλη εὑρεθήσεται, όιà τὸ κατὰ τὸ δίκαιον καὶ ἥσυχον καὶ εὐσταθὲς τῶν ἰδίων ἐπιμέλεσθαι καὶ μὴ περαιτέρω βαίνειν ἐπιβάλλεσθαι.

εἰ δὲ ὁ μὲν πονηρὸς ὑπὸ τοῦ ἄνω κατισχύεται καὶ βιάζεται καὶ καταπονεῖται, μεμερισμένος ὢν καὶ ἐν ἰδίῳ τόπῳ ὑπάρχων, οὗ τόπου τῷ ἄνω ἀγαθῷ οὐδὲν προσήκει, οὐδέ τι ὑπ᾿ αὐτοῦ κέκτισται τῶν ἐνταῦθα (λέγω ἐν τῷ τοῦ πονηροῦ τόπῳ), τυραννικώτερος μᾶλλον εὑρεθήσεται ὁ ἄνω καὶ οὐκέτι ἀγαθός, τὸν ἴδιον υἱὸν εἴτ᾿ οὖν Χριστὸν ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ.