Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ εἰ ὅλως κριτὴς τυγχάνει, δίκαιός ἐστι. δείξομεν δὲ ἀπὸ τοῦ δικαίου ὀνόματος ὃτι ταὐτόν ἐστι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον. πᾶν γὰρ ὃ δίκαιόν ἐστι, τοῦτο καὶ ἀγαθόν.

ἀπὸ γὰρ τοῦ ἀγαθὸν εἶναι τὸ ἀγαθὸν χαρίζεται δικαίως μετὰ ἀληθείας τῷ ἀγαθὰ δράσαντι καὶ οὐκέτι ἔσται πρὸς τὸ ἀγαθὸν ἐναντίος τῷ ἀγαθῷ, κατὰ δικαιοσύνην τὸ ἀγαθὸν τῷ ἀγαθῷ παρέχων καὶ τῷ φαύλῳ τὴν ἐπιτιμίαν τῆς τιμωρίας.

οὐδὲ πάλιν ἀγαθὸς ἂν εἴη ὁ τῷ πονηρῷ τὸν ἀγαθὸν μισθὸν ἐπὶ τῷ τέλει ἀποδιδοὺς μὴ μετανοοῦντι, εἰ καὶ ἐν τῷ παρόντι ἀνατέλλοι αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ φαύλους καὶ τὸν ὑετὸν αὐτοῦ παρέχοι διὰ τὸ νῦν αὐτεξούσιον τοῖς τε πονηροῖς καὶ ἀγαθοῖς ἀνθρώποις.

ἀγαθὴ γὰρ οὐκέτι ἔσται φύσις καὶ δικαία τοῦ τῷ πονηρῷ μισθὸν ἐν τῷ μέλλοντι αἰῶνι σωτηρίας παρέχοντος καὶ οὐ μᾶλλον μισοῦντος τὸ πονηρὸν καὶ φαῦλον.

ὁ δὲ τρίτος [*](4ff vgl. Ancoratus c. 87, 3ff; I 108, 4ff Panarion haer. 64, 71, 6ff — 20ff vgl. Irenaeus adv. haer. III 25, 3; II 134f Harvey u. Panarion haer. 33, 10, 3; I 461, 11ff — 27 vgl. Matth. 5, 45) [*](V Μ 1 ἄφρο////ν, ο aus ω V corr ἄφρον M 5 βασιλεύσει, ει auf Rasur V corr 6 ἢ τὸ] ἤτοι V 9 ὁ] * | <ὁ>* <ὁ> * 18 τὸν] τῶν M | τοῦ 19 ἔδειξεν V 22 ἀγαθὸν1] ἀγαθοῦ Μ 23 τῷ ἀγαθῶ aus τῶν V corr)

102
εὑρισκόμενος παρ᾿ αὐτῷ πονηρός, εἰ ἔχει τὴν ἐξουσίαν τὰ πονηρὰ ἐργάζεσθαι καὶ κατισχύειν τῶν ἐν τῷ κόσμῳ ἢ τῶν ἄνωθεν ἀγαθῶν ἢ τοῦ μέσου δικαίου, εὑρεθήσεται ἰσχυρότερος οὗτος τῶν δύο θεῶν τῶν παρὰ Μαρκίωνι λεγομένων, ἐπειδὴ ἐξουσιάζει ἁρπάζειν τὰ ἀλλότρια·

καὶ ἀδρανεῖς λοιπὸν καταψηφισθήσονται οἱ δύο παρὰ τὸν ἕνα πονηρόν. οἱ μὴ δυνάμενοι ἀντέχειν καὶ ῥύεσθαι ἀπὸ τοῦ ἁρπάςοντος τὰ αὐτῶν ὄντα καὶ εἰς πονηρίαν μεταβάλλοντος.

7. ἄλλως δὲ πάλιν νοήσωμεν, ἵνα τὴν χλεύην τοῦ ἀγύρτου φωράσωμεν τῆς ματαιοφροσύνης. εἰ γὰρ ὅλως ὁ πονηρὸς πονηρὸς ὑπάρχει, ἁρπάζει δὲ τοὺς ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους, εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρός, τῶν ἀγαθῶν ὀρεγόμενος καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων.

εἰ δὲ καὶ τοὺς ἰδίους κρίνει τιμωρίαν τε τοὺς ἀδικήσαντας ἀπαιτεῖ, οὐκέτι πονηρὸς ἔσται ὁ πονηρῶν δικαστὴς ὑπάρχων. καὶ εὑρεθήσεται κατὰ πάντα τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρἐπουοα.