Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πῶς δὲ ψυχὴ ἐλεύσεται μόνη; πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία η κρίσις.

6. Πῶς δὲ συσταθήσεται ὁ παρ᾿ αὐτῷ τῷ Μαρκίωνι τριῶν ἀρχῶν λόγος; πῶς δὲ ὁ] ἀγαθὸς εὑρεθήσεται <ὁ> ἐν τοῖς τοῦ φαύλου ἔργον ἐπιτελῶν ἢ σωτηρίας ἢ τῶν ἄλλων;

εἰ γὰρ οὐκ αὐτοῦ τυγχάνει ὁ κόσμος, ἀπέστειλεν δὲ αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον λαβεῖν ἐκ τοῦ κόσμου τοῦ ἀλλοτρίου ἃ μὴ αὐτὸς ἔσπειρεν μηδὲ ἐποίησεν, εὑρεθήσεται ἢ τῶν ἀλλοτρίων ἐφιέμενος ἢ πενίαν ὑφιστάμενος καὶ ἴδια μὴ ἔχων, ἐπὶ τὰ ἀλλότρια ἑαυτὸν ἐπιδιδούς, ὅπως ἑαυτῷ προσπορίσηται ἃ μὴ πρότερον ἔχει.

πῶς δὲ κριτὴς ἀνὰ μέσον ἀμφοτέρων γενήσεται ὁ δημιουργός; εἶτα τίνας ἔχει κρῖναι; εἰ γὰρ τῶν ἀπὸ τοῦ ἄνω σκευῶν δικαστὴς προκαθέζεται, ἰσχύει ὑπὲρ τὸν ἄνω, ἐπειδὴ φέρει εἰς μέσον τῶν αὐτοῦ κριτηρίων τὰ τοῦ ἄνω ὑπάρχοντα, ὡς τῷ Μαρκίωνι ἔδοξε.

καὶ εἰ ὅλως κριτὴς τυγχάνει, δίκαιός ἐστι. δείξομεν δὲ ἀπὸ τοῦ δικαίου ὀνόματος ὃτι ταὐτόν ἐστι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον. πᾶν γὰρ ὃ δίκαιόν ἐστι, τοῦτο καὶ ἀγαθόν.

ἀπὸ γὰρ τοῦ ἀγαθὸν εἶναι τὸ ἀγαθὸν χαρίζεται δικαίως μετὰ ἀληθείας τῷ ἀγαθὰ δράσαντι καὶ οὐκέτι ἔσται πρὸς τὸ ἀγαθὸν ἐναντίος τῷ ἀγαθῷ, κατὰ δικαιοσύνην τὸ ἀγαθὸν τῷ ἀγαθῷ παρέχων καὶ τῷ φαύλῳ τὴν ἐπιτιμίαν τῆς τιμωρίας.