Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τὸ ἱμάτιον τὸ παλαιόν, ὡς ὁ Ἰούδας παλαιωθεὶς ἐν φιλαργυρίᾳ οὐκ ἐδέξατο τοῦ καινοῦ καὶ ἀγίου καὶ ἐπουρανίου τὸ τῆς ἐλπίδος κήρυγμα, καίτοι συναφθεὶς τοῖς ἕνδεκα ἀποστόλοις καὶ κληθεὶς ὑπ᾿ αὐτοῦ τοῦ κυρίου,

περισσότερον σχίσμα ἴσχε δι᾿ ἐαυτοῦ, μηδενὸς αἰτίου αὐτῷ γενομένου, ἐπειδὴ ἡ διάνοια αὐτοῦ οὐ συμπεφώνηκε τῇ ἄνω ἐλπίδι καὶ ἐπουρανίῳ κλήσει τῶν μελλόντων ἀγαθῶν ἀντὶ τῶν ἐνταῦθα χρημάτων τε καὶ κόμπου καὶ φιλίας παρερχομένης ἐλπίδος τε καὶ ἡδονῆς.

Ὀ δέ· οὐχ οὕτως. φησίν, ἀλλὰ ἄλλα ἐστὶ παρὰ ταῦτα, ἀντιλέγων ὁ Μαρκίων. ἐπειδὴ <δὲ> μὴ ἠθέλησαν αὐτὸν οὐν φανερῶς αὐτοῖς ἔλεγε· τί μὴ ἠθελήσατέ με ὑποδέξασθαι;

τῶν δὲ λεγόντων ὅτι οὐ δυνάμεθα ἄνευ τῆς ἐπιτροπῆς τοῦ τιμίου πατρός σου τοῦτο ποιῆσαι·

μία γάρ ἐστιν ἡ πίστις καὶ μία ἡ ὁμόνοια καὶ οὐ δυνάμεθα ἐναντιωθῆναι τῷ καλῷ συλλειτουργῷ πατρὶ δὲ σῷ, ζηλώσας λοιπὸν καὶ εἰς μέγαν ἀρθεὶς θυμὸν καὶ ὑπερηφανίαν τὸ σχίσμα ἐργάζεται ὁ τοιοῦτος, ἑαυτῷ τὴν αἵρεσιν προστησάμενος καὶ εἰπὼν ὅτι »ἐγὼ σχίσω τὴν ἐκκλησίαν ὑμῶν καὶ βαλῶ σχίσμα ἐν αὐτῇ εἰς τὸν αἰῶνα«, ὡς τὰ ἀληθῆ μὲν σχίσμα ἔβαλεν οὐ μικρόν, οὐ τὴν ἐκκλησίαν σχίσας ἀλλ᾿ ἑαυτὸν καὶ τοὺς αὐτῷ πεισθέντας.

3. Ἔλαβε Τε τὴν πρόφασιν παρὰ τοῦ προειρημένου Κέρδωνος, γόητος καὶ ἀπατηλοῦ. καὶ αὐτὸς μὲν γὰρ δύο κηρύττει ἀρχάς, προσ- [*](19 vgl. conc. Nic. can. 5 κρατείτω ἡ γνώμη κατὰ τὸν κανόνα τὸν διαγορεύοντα τοὺς ὑφ᾿ ἑτέρων ἀποβληθέντας ὑφ’ ἑτέρων μὴ προσίεσθαι) [*](V M 1 ῥάκκους, erstes κ durchgestrichen V corr 11 χώρημα hinter κήρυγμα durchgestrichen V corr 12 περισσότερον + <δὲ>?* 13 αὐτῷ am Rande V corr 18 <δὲ> * | <διὰ> * 22 συλλετουργῷ aus συνλειτουργῷ 25 ὅτι < Μ 26 ὡς] ὃς? * 29 nach γὰρ noch einmal καὶ αὐτὸς, durchgestrichen V corr)

97
θεὶς δὲ πάλιν ἐκείνῳ, φημὶ τῷ Κέρδωνι, ἕτερόν τι παρ’ ἐκεῖνον δείκνυσι, λέγων τρεῖς εἶναι ἀρχάς, μίαν μὲν τὴν ἄνω ἀκατονόμαστον καὶ ἀόρατον, ἣν καὶ ἀγαθὸν θεὸν βούλεται λέγειν, μηδὲν δὲ τῶν ἐν τῷ κόσμῳ κτίσασαν·

ἄλλον δὲ εἶναι ὁρατὸν θεὸν καὶ κτιστὴν καὶ δημιουργόν· διάβολον δὲ τρίτον ὡς εἰπεῖν καὶ μέσον τῶν δύο τούτων, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου. τὸν δὲ κτιστὴν καὶ δημιουργὸν καὶ ὁρατὸν θεὸν εἶναι τῶν Ἰουδαίων, εἶναι δὲ αὐτὸν κριτήν.