Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ ἀλλως πάλιν. ἆρά γε τοῦ ἀγαθοῦ θεοῦ κατηγορήσει<ς> πάλιν, ὦ Μαρκίων, δἰ ἀπορίαν τοῦ πεμπομένου μὴ δυνηθέντος σῶσαι τοὺς παρ᾿αὐτοῦ σῳξομένους καὶ παρ᾿αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας;

εἰ μὴ γὰρ ἀπέφυγε κατὰ τὸν τοῦ Μαρκίωνος λόγον ὁ Χριστὸς πρὸς τὸν ἄνω θεόν, οὐκ ηύπόρει ὀ ἀγαθός θεός τινα ἀποστεῖλαι, εἰ μὴ ἐν προσκρούσει ὁ τοῦ Χριστοῦ πατήρ, ὡς ὁ Μαρκίων λέγει, πρὸς τὸν ἴδιον αὐτοῦ υἱὸν γεγένηται.

καὶ ἄλλως δέ· εἰ τοῦ δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ πατρὸς ἔργῳ, πρῶτον μὲν εἰς τὸν κόσμον τοὺς ἀνθρώπους [πρῶτον]εἶχεν ἐξολοθρεῦσαι, ἴνα ἀφανίσῃ τὸ ἀπὸ τοῦ ἰδίου πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς τοῦ πατρὸς διαθέσεως.

ἢ πάλιν λαβὼν δύναμιν ἱάσεως καὶ θεραπείας καὶ σωτηρίας ὥφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν καὶ πρῶτον πεῖσαι τὸν πατέρα αὐτοῦ κατ᾿αὐτὸν γενέσθαι, ἵνα γενόμενος αὑτῷ τε καὶ τῷ αὐτοῦ πατρὶ ἀγαθὸς τῆς πρὸς τοὺς ἀνθρώπους σωτηρίας <αἰτία>ἡ μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται.