Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Ταῦτα δὲ δῆλα παντί τῳ σύνεσιν κεκτημένῳ ὑπάρχει, ὅτι ἀκαθάρτου πνεύματός ἐστιν ἡ φρόνησις καὶ ἡ διδασκαλία καὶ οὔτε χρεία ἦν περὶ ταύτης τῆς ὑποθέσεως ἀπολογεῖσθαι ἢ ἔλεγχον παριστᾶν καταντικρὺ Μαρκίωνος τοῦ ἑαυτοῦ κατὰ πάντα τὴν ἐπιλησμονὴν τῆς ζωῆς ποιησαμένου.

φωραθήσεται γὰρ παρὰ πᾶσι τοῖς συνετοῖς τὸ βλάσφημον αὐτοῦ κενοφώνημα καὶ τολμηρὸν τῆς ἀπωλείας ἐνέργημα.

ἀλλ᾿ ἐπειδὴ εἰώθμαεν μὴ ἐᾶν ἀκανθῶν τόπον, ἀλλὰ ἐντέμνειν τῇ τοῦ θεοῦ μαχαίρᾳ, »τῇ ὑπὲρ πᾶσαν μάχαιραν διστομον <τομωτέρῳ> καὶ διικνουμένῃ ἄχοι μερισμῶν ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν« κατὰ τὸ γεγραμμένον, ὀλίγα καὶ εἰς τοῦτο εἰπεῖν οὐκ ἀποκνήσομεν.

16. Πρῶτον μὲν γὰρ ὅτι εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος. δύναται γὰρ καὶ ὁ αὐτοῦ πατήρ, εἰ πονηρός ὐπάρχει (ὄπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι), μεταβληθῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ᾿αὐτοῦ γεγεννημένος μεταβέβληται.