Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἔστιν δὲ τρίτον ἡμῶν τῆς φιλοκαλίας * τὸ συναγαγεῖν ὅσα παρ᾿ αὐτῷ τε καὶ παρ᾿ ἡμῖν ηὕρηται συνᾴδοντα καὶ ἔχοντα ἔμφασιν ἐνσάρκου παρουσίας τῆς τοῦ σωτῆρος καὶ μαρτυρίας συμφωνίας τῆς καινῆς πρὸς παλαιὰν διαθήκην καὶ ὁμολογίας τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ ὁμολογοῦντος τὸν θεὸν ποιητὴν οὐρανοῦ τε καὶ γῆς, αὐτόν τε λαλήσαντα ἐν νόμῳ καὶ ἐν προφήταις, ἴδιον δὲ τοῦτον εἶναι πατέρα αὐτοῦ.

καὶ αὕτη μὲν τῆς προειρημένης ἡμῶν ὑποθέσεως ἡ σχολιοποιηθεῖσα σύντομος ὑπομνηματικὴ ἐξ ἀντιγράφων τοῦ Μαρκίωνος σύνταξις προς ἔπος ὡς ἐδάφιον ἡμῖν γεγραμμένη.

ἵνα δὲ μὴ τὰ ἐν αὐτῇ δυσνότηα παρά τισι σκοτεινῶς ἀγνοούμενα ἐμφέρηται, αὖτθις πάλιν τοὺς ἀριθμοὺς τῶν ἐπιγραφῶν, πρώτου φημὶ καὶ δευτέρου καὶ τρίτου κεφαλαίου, καθ᾿ εἱρμὸν ἐπιλύσω, δι᾿ ἣν αἰτίαν ἑκάστη λέξις ἀνελέχθη καὶ ἐνταῦθα μετεβλήθη. ἄρξομαι δὲ τοῦ λέγειν οὕτως·

[*](V M)[*](1 καὶ τῆς] lies wohl τῆς δὲ * | <τῆς> 2 * 2 ergänze etwa <ὅλως οὐκ ἐμφερομένων παρ᾿ αὐτῷ, ἠκρωτηρισμένων δὲ καὶ> * 4 * <εὕρομεν> * | ἐραδιουργημένην, ρ drüber V corr 5 οὐκ εἰς, κ u. ει auf Rasur V corr | ἥσσονας, ἡσ auf Rasur V corr 7 † βοσκήματος] lies etwa <πεποιητευμένα> βοσκήματα * 8 πεπλυ///πραγμόνηται, πε ausradiert V corr 10 <ὅπως> *, <ἵνα> Pet. | ἔχοιε M 14 [ἀντιλέγειν] * 15 τῆς + γὰρ; nach ἡμῶν Punkt V | φιλοκαλίας] φιλονεικίας, aber getilgt u. φιλοκαλίας am Rand gesetzt V corr | * <ἔργον> * 17 συμφωνίας τῆς nachgetragen V corr 19 vor γῆς + τῆς V 21 ὑμῶν V 22 ὑπομνημαστικὴ V 23 προσέπως M)
125

Σχόλιον <αݲ> ἀπὸ τοῦ εὐαγγελίου τοῦ παρ᾿ αὐτῷ τῷ Μαρκίνι.

[αݲ.] »Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σοῦ, καθὼς προσέταξε Μωυσῆς«· »ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν« ἀνθ᾿ οὗ εἶπεν ὁ σωτήρη »εἰς μαρτύριον αὐτοῖς«.

Ἔλεγχος αݲ. Πῶς ἠδύνατο ὁ κύριος ὁ κατὰ τοῦ νόμου καὶ κατὰ [*](a) τοῦ θεοῦ τοῦ νόμου ἔχων τὴν αὐτοῦ διδασκαλίαν, ὡς σὺ φῄς, λέγειν τοῖς ὑπ᾿ αὐτοῦ θεραπευομένοις, φημὶ δὲ τῷ λεπρῴ· »ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ«; »ἱερεῖ« γὰρ λέγων οὐκ ἀθετεῖ τὴν τοῦ νόμου ἱερωσύνην· »καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σοῦ« κἄν τε ἀποκόψῃς [*](b) »τὸ δῶρον, φανήσεται ἐκ τοῦ προσένεγκε ὅτι περὶ δώρου λέγει· »περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς«· εἰ γὰρ τοῦ Μωυσέως τὸ πρόσταγμα συμβουλεύει ενέσθαι, οὐκ ἀθετεῖ οὐδὲ βλασφημεῖ τὸν θεὸν τοῦ νόμου, ἀλλὰ ὁμολγεῖ καὶ ἑαυτὸν καὶ τὸν αὐτοῦ πατέρα θεὸν τὸν νόμον τῷ Μωυσῇ δεδωκέναι. διέστρεψας δὲ [*](d) τὸ ῥητόν, ὦ Μαρκίων, ἀντὶ τοῦ εἰπεῖν »εἰς μαρτύριον αὐτοῖς« »μαρτύριον« λέγων »ὑμῖν«. καὶ τοῦτο σαφῶς ἐφεύσω κατὰ τῆς σαυτοῦ κεφαλῆς. εἰ γὰρ μαρτύριον ὑμῖν ἔλεγεν, ἐμμάρτυρον αὐτὸν ἐποίει ὄτι »οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι«.

Σχόλιον βݲ. »Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς«.

Ἔλεγχος βݲ. Εἰ οὖν υἱὸν ἀνθρώπου ἑαυτὸν καλεῖ, οὐκ ἀρνεῖται τὴν ἐνανθρώπησιν ὁ μονογενὴς καὶ μάτην παρὰ σοὶ ᾄδεται τὸ δοκήσει πεφηνέναι. καὶ εἰ ἔχει ἐξουσίαν ἐπὶ τῆς γῆς, οὐκ ἀλλοτρία ἡ γῆ τῶν αὐτοῦ ποιημάτων καὶ τοῦ αὐτοῦ πατρός.

Σχόλιον γݲ. »Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου«.

Ἔλεγχος γݲ. Δύο εὐθὺς ἐν ταὐτῷ, καὶ υἱὸν ἀνθρώπου καὶ κύριον σαββάτου ἑαυτὸν ὁ σωτὴρ ὁμολογεῖ διδάσκων, ἵνα μὴ τὸ σάββατον ἀλλότριον τῆς αὐτοῦ ποιήσεως * νομίζηται, κἄν τε <τὸ> ἔσχατον υἱὸς ἀνθρώπου ἀπὸ τῆς ἐνασάρκου παρουσίας κληθῇ.

[*](2 Luk. 5, 14 — 18 Matth. 5, 17 — 19 Luk. 5, 24 — 25 Luk. 6, 5)[*](V M 2—4 vgl. S. 108, 5f 19f vgl. S. 108,8f 25f vgl. S. 108, 10)[*](1 <αݲ> * 2 [αݲ]* 4 ἀνθ᾿ οὖ — αὐτοῖς S. 108, 7f] < V M 5 αݲ ἔλεγχος V 13 αὐτὸν aus ἑαυτὸν V corr αὐτὸν M 16 αὐτοῦ M 29 ἀλλότριον, τριον auf Rasur V corr | * vielleicht <μήτε αὐτὸς τῆς τοῦ πατρὸς θεότητος ἀλλότριος> * | <τὸ>*)
126

Σχόλιον δݲ. »Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης«. ἀντὶ δὲ τοῦ »κατέβη μετ᾿ αὐτῷ« ἔχει »κατέβη ἐν αὐτοῖς«.

Ἔλεγχος δݲ. Ἰούδας Ἰσκαριώτης, »ὃς ἐγένετο προδότης«. τίνος, [*](a) λέγε. πάντως τοῦ συλληφθέντος, ναὶ μὴν καὶ ἐσταυρωμένου καὶ πολλὰ πεπονθότος. πῶς οὖν συλληφθεὶς σταυροῦται ὁ μὴ ὑπὸ ἁφὴν [*](b) ὑποπίπτων κατὰ τὸν σὸν λόγον, ὦ Μαρκίων; δόκησιν γὰρ εἶναι λέγεις. ἐλεγχθήσεται δὲ ἡ ὑπόνοιά σου ἀπὸ τοῦ γεγράφθαι Ἰούδαν [*](c) προδότην. προέδωκε γὰρ καὶ παρέδωκεν εἰς χεῖρας ἀνθρώπων τὸν ἑαυτοῦ δεσπότην. οὐδὲν δέ σε ὤνησε τὸ »κατέβη ἐν αὐτοῖς« λέγειν [*](d) ἀντὶ τοῦ »μετ᾿ αὐτῶν«. οὐ γὰρ δύνασαι φαντασίαν ὁρίζειν τὸν παρὰ σοὶ καὶ ἀκοντὶ ὕστερον ὑπὸ ἁφὴν πίπτοντα δεικνύμενον.

Σχόλιον εݲ. »Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ« καὶ τὰ ἑξῆς.

Ἔλεγχος εݲ. Πῶς πάλιν ὁ ὄχλος ἠδύνατο ἃψασθαι τοῦ ἁφὴν μὴ ἔχοντος; ποίους δὲ ὀφθαλμοὺς ἐπῆρεν εἰς οὐρανοὺς ὁ ἐκ σαρκὸς μὴ ἡρμοσμένος; ἀλλ᾿ ἵνα δείξῃ ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, ἔχων τὰ ἀμφότερα, ἐξ ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ θεοῦ πατρὸς τὴν ἀόρατον οὐσίαν.

Σχόλιον ςݲ. »Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς πορφήταις οἱ πατέρες ὑμῶν«.

Ἔλεγχος ςݲ. Εἰ προφητῶν μέμνηται, οὐκ ἀρνεῖται προφήτας· εἰ ἐκδικεῖ τὸν τῶν προφητῶν φόνον καὶ ὀνειδίζει τοὺς πεφονευκότας τε καὶ διώξαντας οὐκ ἀλλότριος προφητῶν τυγχάνει, ἀλλὰ θεὸς αὐτῶν ὑπάρχει, ὁ τὴν σύστασιν αὐτῶν ποιούμενος.

Σχόλιον ζݲ. »Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ ηἧρον«.

Ἔλεγχος ζݲ. Εἰ οὐδὲ ἐν τῷ Ἰσραὴλ τοιαύτην πίστιν εὗρεν ὡς ἐν τῷ ἀπὸ ἐθνῶν ἐλθόντι ἑκατοντάρχῃ, ἄρα οὐ φέγει τὴν τοῦ Ἰσραὴλ [*](1 Luk. 6, 16f — 12 Luk. 6, 19a. 20a — 16 vgl. I Tim. 2, 5 — 19 Luk. 6, 23 c — 25 Luk. 7, 9b) [*](V M 1 f vgl. S. 108, 11f 12f vgl. S. 108, 13f 19f vgl. S. 108, 15 25f vgl. S. 108, 16) [*](1 Ἰσκαριώθ S. 108, 11 1f ἀντὶ τοῦ δὲ S. 108,11 2 ἔχει S.108,12] < V M 3 lies Ἰούδαν Ἰσκαριώτην?* 4 πάντος M 5 συλληφεὶς M 7 ἀπὶ *] ἀντὶ V M 11 καὶ ἀκοντὶ zu κακόν τι verändert, dann getilgt V corr κακόν τι M 13 καὶ τὰ ἑξῆς < S. 108,14 14 ὄχλος] ἔλεγχος u. + οὕτω εὗρον M 16 εἱρμοσμένος V M 25 δὲ S. 108, 16] < V M | τοσαύτην] anders Z. 27)

127
πίστιν. εἰ γὰρ ἀλλοτρίου θεοῦ ὑπῆρχεν καὶ οὐκ αὐτοῦ [καὶ] τοῦ αὐτοῦ πατρός, οὐκ ἂν ταύτης ἐποιεῖτο τὸν ἔπαινον.

Σχόλιον ηݲ. Παρηλλαγμένον τὸ »μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί«· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην.

Ἔλεγχος ηݲ. Κἄν τε πρὸς Ἰωάννην ἔχοι, κἄν τε πρὸς αὐτὸν [*](a) τὸν σωτῆρα, μακαρίζει τοὺς μὴ σκανδαλιζοένους, ἤτοι ἐν αὐτῷ ἤτοι ἐν Ἰωάννῃ, ἵνα μὴ ἃ μὴ ἀκούωσι παρ᾿ αὐτοῦ ἑατοῦ ἑαυτοῖς πλάσσωνται. ἔχει δὲ μείζονα θεωρίαν, δι᾿ ἣν φύσει εἴρηκεν ὁ σωτήρ· ἵνα μή τις τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν ὑπ᾿ αὐτοῦ ταχθέντα Ἰωάννην, καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα νομίσῃ διὰ τὸ καὶ αὐτὸν ἐκ γυναικὸς γεγεννῆσθαι, ἀσφαλίζεται καὶ λέγει τό »καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί«. ὅθεν λέγει »ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων [*](c) αὐτοῦ ἐστιν«. ἦν γὰρ ὁ σωτὴρ τῷ χρόνῳ κατὰ τὴν ἀπὸ σαρκὸς γέννησιν μικρότερος αὐτοῦ ἑξαμηνιαίῳ χρόνῳ, μείζων δὲ ἐν τῇ βασιλείᾳ, δῆλον ὡς θεὸς αὐτοῦ. οὐδὲν γὰρ ἦλθεν ὁ μονογενὴς ἐν κρυφῇ [*](d) λαλῆσαι ἢ καταφεύσασθαί τι τοῦ ἰδίου κηρύγματος. φάσκει | γὰρ ἐστιν, ὡς λέγει »ἐγὼ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια«. οὐδὲ τοίνυν ἡ ὁδὸς πλάνην ἔχει οὔτε ἡ ἀλήθεια κρύπτουσα ἑαυὴν λαλεῖ τὸ ψεῦδος.

Σχόλιον θݲ. »Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸς προσώπου σου«.

Ἔλεγχος θݲ. Εἰ ἐπιγινώσκει ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὸν [*](a) Ἰωάννην καὶ προγινώσκει, προγινώσκων δὲ ὑποδείκνυσι τοῖς βουλομένοις εἰδέναι τὴν ἀλήθειανὅτι οὗτός ἐστι περὶ οὗ γέγραπται »ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«, ἄρα ὁ γράψας καὶ εἰπών [*](b) »ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«, ὁ θεὸς ὁ αἰώνιος, ὁ ἐν τοῖς προφήταις λαλήσας καὶ ἐν νόμῳ, οὐκ ἀλλότριος ἦν τοῦ ἰδίου υἱοῦ Ἰησοῦ χριστοῦ. ἀποστέλλει γὰρ αὐτοῦ τὸν ἄγγελον [*](c) [*](3 Luk. 7, 23 — 5f Epiph. hat hier den Sinn seines εἶχον πρὸς selbst nicht mehr verstanden; vgl. zu s. 108, 17 — 8 vgl. haer. 26, 7, 5f; I 284, 1ff — 9 vgl. Luk. 7, 17 — 12 Luk. 7, 28 — 17 vgl. Joh. 18, 20 — 18 Joh. 14, 6 — 20 Luk. 7, 27 — 26 Mal. 3. 1) [*](V M 3f vgl. S. 108, 17f 13—15 in lat. Übersetzung bei Corderius, Catena in Luk. S. 209 20f vgl. S. 180, 19f) [*](1 ὑπῆρχεν] sc. ἡ πίστις τοῦ Ἰσραὴλ | [καὶ]* 3 παρηλλαμένον M | οὐ μὴ] ἐὰν μὴ Z. 11 u. S. 108, 17 7 ἃ μὴ < M 8 φύσει *] φησὶν V M; vielleicht noch einzuschalten <εἰς ἑαυτὸν>* 11 γεγεννῆσθαι*] γεγενῆσθαι V M 14 ἑξαμηναίω M 15 vor οὐδὲν vielleicht etwas ausgefallen; etwa <ἀσφαλιζόμενος οὖν ἡμᾶς ταῦτα ἔλεγεν ὁ σωτήρ> * 25f ἄρα ὁ — προσώπου σου < M)

128
πρὸ προσώπου αὐτοῦ, πρὸ προσώπου υἱοῦ ἐκ πατρὸς τιμωένου. οὐ γὰρ ἀπέστελλε τὸν αὐτοῦ ἄγγελον ἀλλοτρίῳ ἐξυπηρετησόμενον, ᾧπερ καὶ ἀντίθετος ἦν [αὐτῷ] κατὰ τὸν σοῦ, ὦ Μαρκίων, λόγον.

Σχόλιον ῑ. »Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας, καὶ ἤλειψεν καὶ κατεφίλει«.

Ἔλεγχος ῑ. Τό »εἰσελθών« σῶμα δείκνυσιν· οἶκον γὰρ δείκνυσι καὶ μέρον σώματος. καὶ τὸ κατακλιθῆναι οὐδενός ἐστιν γὰρ δείκνυσι <ἔχοντος> ὀγκηρὸν τὸ κατακείμενον· καὶ τὸ τὴν γυναῖκα βρέξαι τοῖς δάκρυσι τοὺς πόδας οὐ φαντασίας πόδας, οὐδὲ δοκήσεως· ἤλειψε γὰρ καὶ ἔβρεξε καὶ κατεφίλει, τῆς ἁφῆς τοῦ σώματος αἰσθανομένη.

Σχόλιον ιݲαݲ. Καὶ πάλιν· »αὕτη τοῖς δάκρυσιν ἔβρεξε τοὺς πόδας μου καὶ ἤλειψε καὶ κατεφίλει«.

Ἔλεγχος ιݲαݲ. Ἵνα μὴ νομίσῃς, ὦ Μαρκίων, μόνον νομίζεσθαι παρὰ ἀνθρώποις τὴν ἀμαρτωλὸν γυναῖκα τοὺς πόδας τοῦ σωτῆρος βρέξαι τε καὶ ἀλεῖψαι καὶ καταπεφιληκέναι, αὐτὸς ὁ σωτὴρ ἐπιβεβαιοῖ οὐ κατὰ δόκησιν ταῦτα γεγενῆσθαι διδάσκων, ἀλλὰ ἐξ ἀληθείας, πρὸς ἔλεγχον τοῦ Φαρισαίου καὶ σοῦ τοῦ Μαρκίωνος καὶ τῶν κατὰ σέ, διισχυριζόμενος καὶ λέγων »αὕτη τοὺς πρόδας μου ἤλειψε καὶ κατεφίλει«. πόδας δὲ ποίους ἀλλὰ τοὺς ἐκ σαρκὸς καὶ ὀστέων καὶ τῶν ἄλλων ὑπάρχοντας;

Σχόλιον ιݲβݲ. Οὐκ εἶχεν »ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ«, ἀλλὰ μόνον »ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου«.

Ἔλεγχος ιݲβݲ. Κἄν τε ἀνωτέρω παρακόψῃς, ὦ Μαρκίων, τὸ ῥητὸν [*](a) τοῦ εὐαγγελίου, ἵνα ποιήσῃς τὸν εὐαγγελιστὴν μὴ συντιθέμνον τῇ ὑπό τινων ῥηθείῃ λέξει ὅτι »ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου«, οὐ δύνασαι ὑπερβαίνειν τὴν ἀλήθειαν. διὰ τί γὰρ μὴ πολλὰς ἐκάλεσε [*](b) μητέρας; διὰ τί μὴ πολλὰς εἶπε πατρίδας; πόσοι πόσα λέγουσι περὶ Ὁμήρου; ἄλλοι μὲν Αἰγύπτιον φάσκοντες, ἄλλοι δὲ Χῖον, ἄλλοι Κολοφώνιον, ἄλλοι Φρύγα, ἄλλοι Σμυρναῖον, Μέλητος καὶ Κριθηΐδος· [*](4 Luk. 7, 36b. 38 — 12 Luk. 7, 44b — 22 Luk. 89a. 20a — 29 vgl. Anthologia graeca XVI 295. 296. 297. 298, dazu E. Rohde, Kl. Schr. I 1ff) [*](V M 4—6 vgl. S. 109, 1ff 12f vgl. S. 109, 4ff 22f vgl. S. 109, 6ff) [*](2 ᾧπερ *] εἴπερ, aber vorher ὧ getilgt V corr εἴπερ M 3 καὶ getilgt V corr | [αὐτῷ]* 6 τοὺς πόδας S. 109, 3] < V M 7 εἰσελθὼν, ω aus ο V corr εἰσελθὸν M 9 <ἔχοντος> 10 δάκρυσι + <δείκνυσιν>? * 12 f μου τοὺς πόδας S. 109, 4 15 ἁμρτωλὸν aus ἁμαρτωλὴν V corr ἁμαρτωλῶν M 16 βρέξαι τε, αι τε auf Rasur V corr 30 Κριθηΐδος + <υἱόν>? *)

129
Ἀθηναῖον δὲ αὐτον οἱ περὶ Ἀρίσταρχον ἀπεφήναντο· ἄλλοι δὲ Λυδὸν Μαίονος, ἄλλοι δὲ Κύπριον Προποδιάδος περιοικίδος τῆς Σαλαμινίων περιμέτρου, καίτοι γε ἄνθρωπον. διὰ δὲ τὸ ἐν παλλαῖς πατρίσι γεγενῆσθαι πολλοὺς εἰς διάφορον ὑφήγησιν ἐλήλακεν. ὧδε δὲ περὶ [*](c) δεοῦ λέγοντες καὶ Χριστοῦ οὐ πολλὰς ὑπέλαβον μητέρας, ἀλλὰ τὴν μίαν τὴν ὄντως αὐτὸν γεγεννηκυῖαν, καὶ οὐ πολλοὺς ἀδελφούς, ἀλλὰ τοὺς υἱοὺς Ἰωσὴφ ἐκ τῆς ὄντως αὐτοῦ ἄλλης γυναικός· καὶ οὐ δύνασαι κατὰ τῆς ἀληθείας ὁπλίζεσθαι. καὶ μή σε πλανάτω ὁ λόγος, ὃς εἶπεν ὁ κύριος »τίς μου ἡ μήτηρ καὶ οἱ ἀδελφοί;« οὐ γὰρ ἀρνούμενος τὴν μητέρα ταῦτ’ ἔφη, ἀλλὰ τὸ ἄκαιρον ἀνατρέπων τοῦ εἰπόντος, τοσούτου ὄχλου περιεστῶτος καὶ τῆς αὐτοῦ σωτρηριώδους διδασκαλίας προχεομένης καὶ αὐτοῦ ἐπὶ τὰς ἰάσεις καὶ τὸ κήρυγμα αὐτὸν διὰ τοῦ εἰπεῖν »ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου«. καὶ εἰ [*](e) μὴ ὅτι διὰ χαρᾶς ἔαχεν (οὐχ ὡς ἀγνοῶν ὅτι ᾔκασι πρὸ τοῦ ἀκηκοέναι, ἀλλὰ παογινώσκων ὅτι ἔξω ἑστήκασιν), ἐπεὶ ἂν μετ’ ἐπιτιμίας τὴν ἄκαιρον τοῦ εἰπόντος φωνὴν ἀνέτρεψεν, ὡς καὶ τῷ Πέτρῳ ποτὲ ἔφη »ἀπόστα ἀπ’ ἐμοῦ, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων«.

Σχόλιον ιݲγݲ. »Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ«.

Ἔλεγχος ιݲγݲ. Τίς ὕπνωσεν, λέγε. περὶ τῆς θεότητος οὐ τολμήσεις [*](a) λέγειν· εἰ δὲ κἂν εἴποις, κατὰ τῆς σαυτοῦ κεφαλῆς, θεήλατε, βλασφημήσεις. παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι ὁ ἐν ἀληθείᾳ ἐνανθρωπήσας ὕπνου χρήζων διὰ τὸ σωματικὸν ὕπνωσεν. οἱ γὰρ αὐτὸν διυπνίσαντες [*](b) οὐ δόκησιν εἶδον, ἀλλὰ ἐνανθρώπησιν ἀληθινήν. ἀμέλει χερςὶ κινοῦντες καὶ φωνήσαντες μαρτυροῦσιν ὅτι ἥγειραν. »ἀναστὰς [*](e) γάρ«, φησίν, ὁ κοιμηθεὶς θεὸς σαρκοφόρος, ὁ ἀπ’ οὐρανοῦ κατελθὼν καὶ σάρκα δι᾿ ἡμᾶς ἀμφιαςάμενος, »ἠγέρθη« μὲν ὡς ἄνθρωπος, »ἐπετίμησε« δὲ ὡς θεὸς τῇ θαλάσσῃ καὶ ἐποίησεν <γαλήνην>.

[*](9 Matth. 12, 48 — 14 Matth. 12, 47 — 18 Mark. 8, 33 — 20 Luk. 8, 23 a. 24 b)[*](V M 20f vgl. S. 109, 8f)[*](2 Προποδιάδος ist nicht zu ändern, vgl. Πρόπους bei Polyb. IV 11,6 3 διὰ δὲ τὸ aus διὰ τὸ δὲ V corr; lies wohl διὰ γὰρ τὸ* 5 f τὴν μίαν nachgetragen V corr 12 προχεωμένης Μ 13 ἀπασχόλησις, ις auf Rasur V corr 14 διὰ τοῦ/////, 2 Buchstaben ausradiert V corr 26 ἅμα vor ἀλλὰ durchgestrichen V corr 30 <γαλήνην< *)
130

Σχόλιον ιݲδݲ. »Ἐγένετο δὲ ἐν τῷ ὑπάειν αὐτοῦς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος, καὶ εἶπεν ὁ κύριος, τίς μου ἥψατο;« καὶ πάλιν »ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ«.

Ἔλεγχος ιݲδ.ݲ »Ἐν τῷ ὑπάγειν αὐτούς«, καὶ οὐκ εἶπεν »ἐν τῷ [*](a) ὑπάγειν αὐτόν«, ἵνα μὴ ἑτέρως αὐτὸν σχηματίσῃ παρὰ τὴν τῶν ὁδοιπορούντων ἀκολουθίαν. τὸ δέ »συνέπνιγον αὐτὸν οἱ ὅχλοι«, πνεῦμα οὐκ ἠδύναντο συμπνίγειν οἱ ὅχλοι. γυνὴ δὲ ἁψαμένη καὶ ἰαθεῖσα οὐκ ἀέρος ἥψατο, ἀλλὰ ἁφῆς ἀνθρωπείας. ἵνα γὰρ δείξῃ ὅτι οὐχὶ δοκήσει [*](b) μόνον ἡ ἁφὴ τοῦ σώματος αὐτοῦ ὑπὸ τῆς γυναικὸς γεγένηται, διδάσκει γέγων »τίς μου ἥψατο; καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ«.

Σχόλιον ιݲεݲ. »Ἀναβλέψας εἰς τοὺς οὐρανοὺς ηὐλόγησεν ἐπ᾿ αὐτούς«.

Ἔλεγχος ιݲεݲ. Εἰ ἀνέβλεψεν εἰς οὐρανοὺς καὶ ηὐλόγησεν ἐπ᾿ αὐτούς, οὐ δοκήσει εἶχε τῶν τε ὀφθαλμῶν καὶ τὼν ἄλλων μελῶν τὰ σχήματα.

Σχόλιον ιݲςݲ. »Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἠμέρας ἐγερθῆναι«.

Ἔλεγχος ιݲςݲ. Εἰ υἱὸν ἀνθρώπου καὶ παθεῖν καὶ ἀποκτανθῆναι [*](a) * ἑαυτὸν ὁμολογεῖ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, κατὰ σοῦ ἀξίνη ἐστὶν αὕτη ἐκτέμνουςά σου πᾶσαν τὴν ῥίζαν, ὦ ἐξ ἀκανθῶν γεγεννημένε Μαρκίῶν καὶ νεφέλη ἄνυδρε, δένθρον τε ἄκαρπον καὶ φθινοπωρινόν. καὶ γάρ φησι πάλιν »καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι«. τί δὲ τὸ [*](b) ἐγερθέν, ἀλλὰ αὐτὸ τὸ πεπονθὸς καὶ ταφὲν ἐν τῷ μνημείῳ; δόκησις δὲ ἢ ἄνεμος ἢ πνεῦμα ἢ φανταςία κηδείαν καὶ ταφὴν οὐκ ἐνεθέχετο καὶ ἀνάστασιν.

Σχόλιον ιݲςݲ. »Καὶ ἰδού, δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυςῆς ἐν δόξῃ«.

Ἔλεγχος ιݲςݲ. Τάχα, οἶμαι, διὰ τῶν λόγων τούτων τὸ παρὰ τῷ [*](a) ἁγίῳ Ζαχαρίᾳ δρέπανον κατὰ σοῦ,ὦ Μαρκίων, ἀνατετύπωνται ἐκ- [*](1—4 Luk. 8, 42b. 43a. 44. 45a. 46a — 12 Luk. 9, 16 — 17 luk. 9, 22 — 22 vgl. Jud. 12 — 27 Luk. 9, 30 — vgl. Sach. 5, 1) [*](V M 1—4 vgl. S. 109, 10—13 12f vgl. S. 109, 14 17f vgl. S. 109, 15f 27f vgl. S. 109, 17f) [*](1 δὲ S. 109, 10]< VM | αὐτούζ *, vgl. Z. 5f] αὐτὸν VM u. S. 109, 10 8 αυνπνίγειν V M 12 τὸν οὐρανὸν S. 109, 14 | ἐπ’ S. 109, 14, vgl. Z. 14] < VM 15 μελῶν am Rande nachgetragen V corr 17 λέγων δεῖ] λέγω δὴ V 20 * <μέλλοντα>* 21 γεγενημένε, ε aus οι V corr 24 ἐγερθέν Dind.] ἐγερθῆναι V M 27 δύο S. 109, 17] < V M 29 τὸ U] τῶ V M 30f ἀκτέμνων Μ)

131
τέμνον σου πᾶσαν τὴν κατὰ νόμου καὶ προφητῶν ἐπινενοημένην ψευδηγορίαν. ἐπειδὴ γὰρ ἔμελλες ἀθετεῖν νόμον καὶ προφήτας, ἀλλοτρίους [*](b) αὐτοὺς φάσκων τοῦ σωτῆρος καὶ τῆς αὐτοῦ δόξης καὶ τῆς αὐτοῦ ἐνθέου διδασκαλίας, ἀμφοτέρους ἤγαγεν μεθ’ ἑαυτοῦ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ καὶ ἔδειξε τοῖς μαθηταῖς αὐτοῦ, καὶ οἱ μαθηταὶ ἡμῖν καὶ τῷ κόσμῳ τουτέστιν παντὶ ἀνθρώπῳ βουλομένῳ ζῆν, ἵνα διὰ μὲν τοῦ πρώτου ὡς ἐν ἀξίνῃ σου τέμῃ τὰς ῥίζας, διὰ δὲ τοῦ δευτέρου ὡς διὰ δρεπάνου τοὺ λόγου τῆς ἀληθείας ἐκτέμῃ σου τοὺς κλάδους, τοὺς τὸ κώνειον καὶ θανάσιμον τοῖς ἀνθρώποις ἐκποιοῦντας, γλοιώδη ὀπὸν βλασφημίας. εἰ γὰρ ἀλλότριος ἦν Μωυςῆς ὁ ὑπὸ τοῦ Χριστοῦ [*](e) πάλαι πιστευθεὶς τὸν νόμον καὶ οἱ προφῆται ἦσαν ἀλλότριοι, οὐκ ἂν αὐτοῦς σὺν αὐτῷ ἐν τῇ ἰδίᾳ αὐτοὺ δόξῃ ἀπεκάλυπτεν. βλέπε [*](d) γὰρ τὸ θαῦμα, ὅτι οὐδὲ ἐν τῷ μνήματι τούτους ἔδειξεν οὐδὲ παρὰ τὸν σταυρόν, ἀλλὰ ὅτε τὸ μέρος τῆς αὐτοῦ δόξεης ὡς εἰς ἀρραβῶνα ἡμῖν ἀπεκάλυπτε, τότε τοὺς ἁγίους, Μωυςέα τέ φημι καὶ Ἠλίαν, ἅμα αὐτῷ ἤγαγεν, ὅπως συγκληρονόμους τῆς αὐτοῦ βασιλείας τοῦς αὐτοὺς ὑποδείξῃ.

Σχόλιον ιݲηݲ. »Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός«.

Ἔλεγχος ιݲηݲ. Παντί τῳ δῆλόν ἐστιν ὅτι ἡ νεφέλη οὐκ ἔστιν [*](a) ἀνωτάτη οὔτε ὑπὲρ οὐρανὸν ὑπάρχει, ἀλλὰ ἐν τῇ καθ᾿ ἡμᾶς κτίσει, ὅθεν ἡ φωνὴ πρὸς τὸν σωτῆρα ἠνέχθη. εἰ τοίνυν ὁ πατὴρ καὶ ἐν [*](b) νεφέλῃ λαλεῖ, ὑποδεικνύων τοῖς μαθηταῖς τὸν αὐτοῦ υἱόν, οὐκ ἄλλος ἐστὶν ὁ δημιουργός, ἀλλὰ ὁ αὐτός, ὁ καὶ διὰ νεφέλης | τῷ ἰδίῳ υἱῷ μαρτυρήσας καὶ οὐ τῶν ὑπὲρ οὐρανὸν μόνων δεσπόξων, ὡς αὐτὸς φάσκεις.

Σχόλιον ιݲθݲ. »Ἐδεήθην τῶν μαθητῶν σου«. εἶχε δὲ παρὰ τό »οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό« »καὶ πρὸς αὐτούς· ὠ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;«

Ἔλεγχος ιݲθݲ. Τό »ἕως πότε« ἐνςάρκου παρουςίας χρόνου ἐστὶν σημαντικὸν καὶ τό »ὦ γενεὰ ἄπιστος«, ὡς τῶν προφητῶν ἐπὶ τῷ ὀνόματι αὐτοῦ θεοςήμεια ἐργασαμένων καὶ πεπιστευκότων, ὡς ὁ Ἠλίας εὑρίσκεται ποιῶν καὶ Ἐλισσαῖος καὶ οἱ ἄλλοι.

[*](18 Luck. 9, 35 — 27. Luk. 9, 40. 41)[*](V M 18f vgl. S. 110, 1 — 27—29 vgl. S. 110, 2—4)[*](6 ζῆν aus ζωὴν V corr 16 τοὺς getilgt V corr < M 21 οὐρανὸν] ἄν- θρωπον Μ 22 ὅτι hinter τοίνυν getilgt V C corr)
132

Σχόλιον κݲ. »Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων«.

Ἔλεγχος κݲ. Υἰοῦ ἀνθρώπου καὶ παραδοθησομένου εἰς χεῖρας ἀνθρώπων οὐ δοκήσεως ἡ ἔμφασις οὐδὲ φανταςίας, ἀλλὰ σώματος καὶ μελῶν θεωρία.

Σχόλιον κݲαݲ. »Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ; εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ«.

Ἔλεγχος κݲ.α κݲ. Εἰ οἶκον θεοῦ φάσκει τὸν οἶκον τῆς παρὰ Μωυσέως γενομένης σκηνοπηγίας, οὐκ ἀθετεῖ τὸν νόμον οὐδὲ τὸν θεὸν τὸν λαγήσντα ἐν τῷ νόμῳ. θεὸν γὰρ αὐτὸν φάσκει, ὅς ἐστιν αὐτοῦ πατήρ, * ἢ αὐτὸς ὁ μονογενής. εἴωθεν γὰρ τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἐνεργεῖν ἔν τε νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις καὶ ἐν ἀποστόλοις.

Σχόλιον κݲβݲ. »Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ«. οὐκ εἶχε δέ »καὶ τῆς γῆς« οὔτε »πάτερ« εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν »ναί, ὁ πατήρ«.

Ἔλεγχος κݲβݲ. Εὐχαριστεῖ κυρίῳ τοῦ οὐρανοῦ, κἂν περιέλῃς<τό> [*](a) »<καὶ> τῆς γῆς« κἄν <τε> παρακόψῆς τό »πάτερ«, ἵνα μὴ πατέρα αὐτοῦ ὑποδείξῃς, Μαρκίων, τὸν Χριστὸν λέγοντα τὸν δημιουργόν. μένει γὰρ τῆς ἀληθείας τὰ μέλη ζῶντα. ὥσπερ γὰρ ἐν λειφάνῳ κατὰ λήθην [*](b) εἴασας, ὦ Μαρκίων, τό »ναί, ὁ πατήρ«, *. ἀποδέδεικται τοίνυν ἐξ ἅπαντος τῷ ἰδίῳ πατρὶ εὐχαριστεῖν τὸν Χριστὸν καὶ οὐρανοῦ κύριον αὐτὸν ἀνομάειν. καὶ πολλή σου φρενοβλάβεια, μὴ κατανοοῦσα τῆς ἀληθείας τὴν ὁδοιπορίαν.

Σχόλιον κݲγݲ. Εἶπεν τῷ νομικῷ »ἐν τῷ νόμῳ τί γέγραπται;« καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν »ὀρθῶν εἶπες. τοῦτο ποίει. καὶ ζήσῃ«.

Ἔλεγχος κݲγݲ. Ἀλήθεια ὢν ὁ ὑἱὸς τοῦ θεοῦ οὐδένα ἐπλάν τῶν [*](a) περὶ ζωῆς ἐρωτώντων· διὰ γὰρ τὴν τῶν ἀνρώπων ζωὴν ἐλήλυθεν. ζωῆς τοίνυν ἐπιμελομένου αὐτοῦ καὶ ὑποδεικνύντος τὸν νόμον τῷ φυλάττοντι [ποιήσαντι] ζωὴν ὑπάρχειν καὶ τῷ κατὰ νόμον ἀποκρι- [*](1 Luk. 9, 44b — 6 Luk. 6, 3 — 14 Luk. 10, 21 — 25—27 Luk. 10, 26. 28) [*](1f vgl. S. 110, 5f 6f vgl. S. 110, 7f 14—16 vgl. S. 110, 9—11 25—27 vgl. S. 110, 12—14) [*](9 γενομένης <Μ 10 ὅς] ὅ Μ 11 * etwa <ἐλάλησεν δὲ ἐν τῷ νόμῳ διὰ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὁ πατὴρ>* 17 <τὸ> * 18 <καὶ> * | <τε> * 21 *ergänze etwa nach S. 131,21f <οὕτως καὶ ὁ οὐρανός, οὗ πύριον αὐτὸν ὁμολογεῖς, τῆς καθ᾿ ἡμᾶς κατίσεως ὑπάρχει> * 31 [ποιήσαντι]* | ὑπάρχειν] lies wohl παρέχειν*)

133
θέντι φήσαντος ὀρθῶς λελαληκέναι καὶ »οὕτως ποίει καὶ ζήσῃ«, τίς [*](b) οὕτως ἐμβρόντητος ἂν εἴη ὡς πείθεσθαι μὲν τῷ Μαρκίωνι, βλασφημοῦντι εἰς τὸν θεὸν τὸν καὶ τὸν νόμον καὶ τὴν χάριν τοῦ εὐαγγελίου τοῖς ἀνθρώποις κεχαρισμένον, αὐτῷ δὲ συναπάγεσθαι τῷ μήτε ἐκ νόμου μήτε ἀπὸ πνεύματος ἁγίου ἔχοντί τι τῆς διδασκαλίας.

Σχόλιον κݲδݲ. Καὶ εἶπεν »τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτ]ν μεσονυκτίου, αἰτῶν τρεῖς ἔρτους;᾿« καὶ λοιπόν »αἰτεῖτε, καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ πᾶλλον ὁ πατήρ;«

Ἔλεγχος κݲδݲ. Ἐλήλεγκται δὲ τοῦ ἀπατηλοῦ ἡ ἐθελοθρῃσεία [*](a) τῆς πολιτείας ἀπὸ τούτου τοῦ ῥητοῦ. οὐ γὰρ παρ’ αὐτῷ δἰ ἐγκράτειαν ἡ πολιτεία οὐδὲ διὰ μισθὸν ἀγαθὸν καὶ ἐλπίδα ἀγῶνος, ἀλλὰ διὰ ἀδέβειαν καὶ κακοτροπίαν κακῆς ὑπονοίας. διδάσκει γὰρ οὗτος [*](b) ἐμψύχων μὴ μεταλαμβάνειν, φάσκων ἐνόχους εἶναι τῇ κρίσει τοῦς τῶν κρεῶν μεταλήπτορας, ὡς ἂν ψυχὰς ἐσθίοντας. ἠλίθιον δέ ἐστι τὸ πᾶν. οὐ γὰρ τὰ κρέα ἡ ψυχὴ ἀλλ᾿ ἐν τοῖς κρέασιν ἡ ψυχή, καὶ οὔτε ψυχὴν φαμὲν εἶναι τὴν ἐν τοῖς ζῴοις ὡς τὴν τῶν ἀνθρώπων τιμίαν, ἀλλὰ ψυχὴν εἰς τὸ ζῇν μόνον τὸ ζῷον. νομίζει δὲ ὁ ἐλεεινὸς οὗτος ἅμα τοῖς οὕτω φρονοῦσιν ὅτι ἡ αὐτὴ ψυχὴ ἐν τοῖς ἀνθρώποις καὶ ζωοις ὑπάρχει. τοῦτο γὰρ παρὰ πολλαῖς τῶν πεπλανημένων [*](d) αἱρέσεων μάτην ὑπολαμβάνεται. καὶ γὰρ καὶ Οὐαλεντῖνος καὶ Κολόρβασος, Γνωστικοί τε πάντες καὶ Μανιχαῖοι καὶ μεταγγισμὸν εἶναι ψυχῶν φάσκουσι καὶ μετ ενσωματώσεις τῆς ψυχῆς τῶν ἐν ἀγνωςίᾳ ἀνθρώπων, ὡς αὐτοί φασιν κατά τινα μυθοποιίαν· ταύτην φαςὶν ἐπιστρέφειν καὶ μετενσωματοῦσθαι εἰς ἕκαστον τῶν ζῴων, ἕως ἂν ἐπιγνῷ καὶ οὕτων καθαρθεῖσα καὶ ἀναλυθεῖσα μεταστῇ εἰς τὰ ἐπουράνια.

Καὶ πρῶτον μὲν ἐλήλεγκται αὐτοῦ ἡ μάταιος πᾶσα τοῦ μύθου [*](e) κατασκευή. τούτων γὰρ τὴν ἀκρίβειαν οὐδεὶς ἄλλος δύναται εἰδέναι [*](6—10 Luk. 11, 5.9a. 11. 12. 13—14 ff vgl. oben 4, 6; S. 100, 7 ff —22f bei Valentin u. Kolorbasos hat Epiph. nichts derartiges erwähnt, dagegen bei den Gnostikern (haer. 26, 9, 4ff; I 285, 24ff), bei den Karpokratianern (haer. 27, 4. 4 u. 5, 4ff; I 305, 5ff u. 306, 18ff) u. bei den Manichäern (haer. 66, 28, 1ff u. 55, 1ff)) [*](V M 6—10 vgl. S. 110, 15—19) [*](5 τι < Μ 8 αἰτήσει S. 110, 18] αἰτήσας V M 9 ἢ S. 110, 18] καὶ V M 11 ἐλήλεγκται aus λέλεκται V corr 19 μόνον + <ἔχειν>? * 20 οὕτω] αὐτῶ Μ 25 κατὰ—φαςὶν < Μ | ταύτην *] ταύτας V M)

134
ὑπὲρ τὸν κύριον ἠμῶν Ἰησοῦν Χριστόν, τὸν ἐλθόντα διὰ τὸ πρόβατον τὸ πεπλανημένον τουτέστιν διὰ τὰς ψυχὰ τῶν ἀνθρώπων·

ὅς τῶν αὐτῶν ἐπιμελόμενος ἐθεράπευσε σωματικῶς καὶ ψυχικῶς, [*](f) <ὡς> σώματός τε καὶ ψυχῆς δεσπόζων καὶ τῆς ἐνταῦθα ζωῆς παρεκτικὸς ὥν καὶ τῆς μελλούσης· τοῦς μὲν τελευτήσαντας, φημὶ δὲ Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου ἀπὸ νεκρῶν ἐγείρας, οὐκ εἰς πονηρὸν αὐτοῦς φέρων, ὠς αὐτοὶ τὸ σῶμα φαυλακὴν εἶναι δογματίζουσιν, ἀλλὰ ἀγαθὸν ποιῶν καὶ γινώσκων ὅτι καὶ ἡ ἐνταῦθα ἐν σαρκὶ παραμονὴ ὑπ᾿ αὐτοῦ ὥρισται καὶ ἡ μέλλουσα σαρκὸς καὶ ψυκῆς ἀνάστασις. καὶ εἰ πάλιν ᾔδει ὅτι [*](g) μία ψυχή ἐστιν ἡ ἐν ζῴοις καὶ ἐν ἀνθρώποις, ψυχῆς δὲ ἦλθεν ποιήσασθαι τὴν σωτηρίαν, οὐκ ἔδει αὐτόν, ἔνα καθαρίσαντα δαιμονιῶντα (λέγω δὴ τὸν ἀπὸ τῶν μνημρίων ἐξερχόμενον) κελεῦσαι τοῖς δαίμοσιν ἀπελθεῖν καὶ ἀποκτεῖναι δισκιλίους χοίρους, εἰ ἴσαι ἦσαν αἱ ψυχαὶ τῶν ἀνθρώπων καὶ τῶν χοίρων. πῶς γὰρ μιᾶς ἐπιμελόμενος δισχιλίων ἐποίει ὄλεθρον; εἰ δὲ πάλιν ὡς ὄφις σκολιεύῃ, μηχανώμενος [*](h) καὶ λέγων ὅτι ἔλυσεν αὐτὰς ἀπὸ τῶν σωμάτων, ἴνα ἀνέλθωσιν, ἔδει τὸν Λάζαρον λυθέντα τοῦ σώματος μὴ ἐπιστρέψαι πάλιν εἰς τὸ σῶμα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν δαιμονιῶτα λῦσαι τοῦ δεσμοῦ τοῦ σώματος. ἀλλ’ αὐκ ἐποίησεν οὔτως· προενόει δὲ μᾶλλον οὕτω τοῦ σώματος εἰδὼς τὸ συμφέρον.

Διέπεσεν ὁ περὶ ψυχῆς σου λόγος, ὦ Μαρκίων, καὶ τῶν ἀπὸ σοῦ [*](i) καὶ τῶν ἄλλων αἱρέσεων ὁμωμένων. καὶ περὶ τῆς προσποιητῆς σου πολιτείας αὖθις ἐρῶ, διὰ τὸ λέγειν σε πονηρὸν εἶναι καὶ ἀθέμιτον τὸ σαρκῶν μεταλαμβάνειν. ἐλέγχει δέ σε ὁ σωτήρ, πλέον σου ἐπιστάμενος [*](Κ) καὶ διδάσκων τὸ κάλλιον ἀπὸ τοῦ τοιούτου ῥητοῦ · λέγε γάρ »τίνα ὁ υἰὸς αἰτήσει ἰχθύν, μὴ ὄφιν αὐτῷ ἐπιδώσει ἤ ἀντὶ ᾠοῦ σκορπίον;« καὶ ὔστερόν φησιν »εἰ οὖν ὐμεῖς πονηροῖ ἤντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μάλλον ὁ πατὴρ [*](5f vgl. Joh. 11, 1ff Luk. 7, 11 ff Mark. 5, 22 ff — 13 vgl. Mark. 5. 1 ff — 13 f vgl. Mark. 5, 13 — 27 luk. 11, 11f — 28 Luk. 11, 13) [*](VM) [*](4 <ὡς>* 5 τοὺς μὲν τελευτήσαντας Pet.] τοῦ μὲν τελευτήσαντος VM 12f δαιμον///ῶντα, ι ausradiert V corr 13 λέγω δὴ τὸν nachgetragen V corr | ἐξερκόμενο///ν, ο aus ω V corr 16 σκολιεήη, η aus ει V corr σκολιεύη Μ 19 δαιμοv ///ῶντα, ι ausradiert V corr | τοῦ δεσμοῦ *] τοὺς δεσμοὺς VM 22 καὶ τῶν ἀπὸ σοῦ αμ Rande nachgetragen V corr)

135
ὑμῶν ὁ ἐπουράνιος;« εἰ τοίνυν δόματα ἀγαθὰ κέκληκεν ἰχθὺν καὶ [*](Ι) ᾠόν, οὐ πονηρὸν τὸ μετὰ εὐκαριστίας ἐκ θεοῦ καρισθὲν μεταλαμβανόμενον, καὶ ἐλήλεγκταί σου πανταχόμεν ἡ κακοτροπία.

Σχόλιον κݲεݲ. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ »ἡ γενεὰ αὔτη, σημεῖο0ν οὐ δοθήσεται αὐτῇ«. οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος.

Ἔλεγκος κݲεݲ. Καὶ ἐν αὐτοῖς οἶς δοκεῖς παρακόπτειν οὐ δύνασαι, [*](α) ὦ Μαρκίων, λαθεῖν τὴν ἀλάθειαν. κἄν ἀφέλῃς γὰρ <τὸ> περὶ Ἰωνᾶ τοῦ προφίων, ὅ τὴν οἰκονομίαν σημαίνει τοῦ σωτῆρος, ἀφέλῆς δὲ καῖ τὸ περὶ τὴς βασιλίσσης τοῦ νότου καὶ Σαλομπωνος καὶ τῆς Νινευὴ τὴν σωτηριώδη ὑπόθεσιν καὶ τοῦ Ἰωνᾶ τὸ κήρυγμα, αὐτὸς ὁ προκείμενος λόγος τοῦ σωτῆρός <σε> ἐλέγκει. | λέγει γάρ »ἡ γενεὰ αὔτη σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσται αὐτῇ«,ὡς τῶν πρὸ [*](P 332) ταύτης τῆς γενεᾶς καταξιωθεισῶν σημείων παρὰ θεοῦ ἀπ᾿ οὐρανοῦ· ὡς ὁ μὲν Ἠλίας σημεῖον ἐποίει διὰ τοῦ ἀπ᾿ οὐρανοῦ πυρὸς καταβεβηκότος [*](c ) καὶ λαβόντος τὴν θυσίαν, καὶ Μωυσῆς τέμνει τὴν θάλασσαν καὶ τὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ ἴστησι τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ καταὶ πάντα τρόπον, κἄν κρύψῃ τὰ γεγραμμένα ὁ ἀπατεών, οὐδὲν βλάψει τὴν ἀλήθειαν, ἀλλὰ ἐαυτὸν ἀπαλλοτριοῖ τῆς ἀληθείας.

Σχόλιον κݲςݲ. Ἀντὶ τοῦ »παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ« εἶχεν »παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ«.

Ἔέγλπς κݲςݲ. Πόθεν οὐκ ἐλέγχῃ, πόθεν δὲ <οὐ> κατὰ σοῦ συναχθῇ [*](a) ἡ μαρτυρία; τὰ πρῶτα γὰρ συνᾴδει τοῖς μετέπειτα, ἐλεγχομένης τῆς παρὰ σοῦ ῥᾳδιουργίας. ἐὰν γὰρ εἴπῃ »κατέκετε τὰς παραδόσεις [*](b) τῶν πρεσβυτέρων ὑμῶν καὶ παρέρκεσθε τὸ ἔλεος καὶ τὴν κρίσιν τοῦ θεοῦ«, μάθε ἀπὸ ποίου χρόνου αιτιᾶται αὐτοὺς τοῦτο ἐπιτελοὺν- [*](2 vgl. Tim. 4,3 — 4 Luk. 11, 29 vgl. 30 31 — 12 Luk. 11, 29 — 15 vgl. I Kön. 18, 38 — 16 f vgl. Exod. 14; 17, 6; 16, 13 ff — vgl. Jos. 10, 12f — Luk. 11, 42 — 25 vgl. Luk. 11, 42 (Matth. 23, 23)) [*](V M 4—6 vgl. s. 110, 20–22 21 f vgl. s. 110, 23 f) [*](2 εὐχαριστίας + <ὡς>?* 4 πἒρικέκοπται S. 110, 20 6 Νινευὴ καὶ S. 110, 21] < V M | Σαλο///μῶνος, ο aus α V corr 8 <τὸ> * 9 ἀφέλη V M 10 Σαλομῶντος V M 12 <σε> * 14 ταύτης Jül. Klosterm.] αὐτῆς V M 16 λαβόντος] φαγόντος?* 21 u. 22 παρέρχεσθαι V M 21 εἶχεν S. 110, 23] < V M 23 oὐκ aus οὐχ V corr | <oὐ> Pet. 25 τῆς] τοῖς Μ | παρὰ σοῦ] παρὰ σοὶ?* | κατέχετε αθσ κατέχεται V corr 26 πᾶρέρχεσθε aus παρέρχεσθαι v corr )

136
τας, πότε δὲ ἡ παράδοσις αὐτοῖς γέγονε τῶν πρεσβυτέρων, καὶ εὐρήσεις [*](e) ὅτι τοῦ μὲν Ἀδδᾶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, τοῦ δὲ Ἀκίβα καὶ πρὸ τῶν Βαβυλωνικῶν αἰχμαλωσιῶν γεγένηται, τῶν δὲ υἱῶν Ἀσαμωναίοθυ ἐν χρόνοις Ἀλεθάνδρου καὶ Ἀντιόχου, πρὸ τῆς τοῦ Χριστοῦ ἐνδημίας ἐκατὸν ἐνενήκοντα ἔτεσιν. ἄρα γοῦν καὶ ἔκτοτε διὰ νόμου ἦν ἡ κρίσις καὶ διὰ διὰ προφητῶν τὸ ἔλεος, καὶ πᾶνταχόθεν ἐκπίπτει ὁ ἀγυ ρτώδης σου λόγος.

Σκόλιον κݲςݲ. »Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεὶτε τὰ μνημεὶα τῶν προφητῶν, καὶ πἰ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς«.

Ἔλεγκος κݲζݲ Εἰ τῶν προφητῶν ποιε[ται τὴν φροντίδα, τοῦς [*](a) ἀποκτείναντας ὀνειδίζων, οὐκ ἀλλότριοι αὐτοῦ ἦσαν οἱ προφῆται, ἀλλὰ δοῦλοι καὶ ὑπ᾿ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος προαποσταλέντες προετοιμασταὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, οἴ καὶ ἐμαρτύρησαν ατῇ καινῇ διαθήκῃ· Μωυςῆς μὲν λέγων »προφήτην [*](b) ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ«, καὶ πρὸ αὐτοῦ Ἰακὼβ λέγων »ἐκ βλαστοῦ υἱέ μου Ἰούδα ἀνέβης, ἄναπεςὼν ἐκοιμήθης· οὐκ ἐκλείψει ἄρκων ἐκ Ἰοὔδα « καὶ μετ’ ὀλίγα »ἔως ἔλθῃ ᾦ τὰ ἀποκείμενα, καὶ αὐτὸς προσδοκία ἐθνῶν, καὶ ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν» Ἠσαΐας δέ »ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἔξει«, Ἰερεμίας δέ »καὶ ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;«, Μιχαίας »καὶ σὺ Βηθλεέμ« καὶ μεθ’ ἔτερα »ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος« καὶ τὰ ἐξῆς, ὁ δὲ Μαλαχιας »ἐξαίφνης εἰς »ἐξαίφνης εἰς τὸν ναὸν ἥζει κύριος«, ὁ δὲ Δαυίδ »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κόθου ἐκ δεζιῶν μου« καὶ τὰ ἑξῆς. καὶ πολλὰ ἔστιν λέγειν, καὶ αὐτοῦ λέγοντος τοῦ σωτῆρος »εἰ Μωυςῇ ἐπιστεύετε, ἐπιστεύετε ἄν καὶ ἐμοί. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἐγραψεν«.

[*](2–5 vgl. zu haer. 15, 2 1; I 209, 29 ff. Das πρὸ τῶν Βαβυλωνικῶν αἰχμαλωσιῶν für Akiba stimmt mit den Angaben der beiden früheren Stellen insofern überein als die dortige Aufzählugn offenbar im Sinn einer zeitlichen Aufeinanderfolge geneint ist — 8 Luk. 11, 47 – 14 Deut. 18, 15 – 16 Gen. 49 9f —18 Gen. 29, 10 – 19 Jes. 7, 14 —20 Jeren. 17, 9 —21 Mich. 5, 2 —22 Mal. 3, 1—25 Joh. 5, 46)[*](V M 8 f vgl. s. 111, 1t)[*](1f εὐρήσεις Pet.] εὔρεσις VM 3 Ἀδδεᾶ *, vgl. I 210, 210, 3 u. s. 459, 28] Δὰδ VM 6 κρίσις *] κλῆσις VM 8 μνήματα S. 111, 1 12 δοῦλοι καὶ + προητοίμασται VM, vgl. vgl. Ζ. 13 13 προητοίμασται aus προετοιμασταὶ V corr προητοίμασται Μ 14 ἐμαρτύρησαν *] μαρτυρήσαντες VM 20 Ἰηρεμίας, η auf Rasur V 23 κάθου –μου < V)
137

Σχόλιον κݲηݲ. Οὑκ εἶχεν »διὰ τοῦτο εἶπεν ἡ σοφίᾳ τοῦ θεοῦ, ἀποστέλλω εἰς αὐτοὺς προφήτας« καὶ περὶ αἴματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης.

Ἔλεγκος κݲηݲ. Καὶ ἐν τούτῳ σοι πολλὴ αἰσκύνη, ὦ Μαρκίων, τοῦ χαρακτῆρος τῆς ἀληθείας σῳζομένου καὶ τῆς παρεκτομῆς τῶν κλεμμάτων σου, τῶν τόπων εὐρισκομένω καὶ τῶν παρὰ σοῶν ἀφαιρεθέντων ἐλεγχομένων.

Σχόλιον κݲθݲ. »Λέγω τοῖς φίλοις μου, μὴ φβηθῆτε ἀπὸ τῶν ἀποχτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετα τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν«. οὐκ εἶχεν δέ »οὐκὶ πέντε λελησμένον ἐνώπιον τοῦ θεοῦ;«

Ἔλεγκος κݲ.θݲ. Τό »λέγω [ἐγὼ] τοῖς φίλοις μου, μὴ φοβηθῆτε [*](a) ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν ἔχοντα ἐξουσίαν τοῦ μετὰ τὸ ἀποκτεῖναι τὸ σῶνμα τὴν ψυκὴν γβαλεῖν εἰς γέενναν« ἀναγκάζει σε, ὦ Μαρκίων, καὶ τὰ ἐξῆς τῆς παραβολῆς ὀμολογῆςαικ. ἄνευ γὰρ τοῦ θεοῦ οὐδὲν γίνεται, κἄν ἀπάρῃς τὸ περὶ τῶν στρουθίων. ἀπολόγησαι οὖν περὶ τῶν ἐν τῷ ῥητῷ καταλειφρθέντων [*](b) ὑπὸ σοῦ, ὦ Μαρκί9ων, καὶ ἀπόκριναι ἡμῖν τί διανοῇ περὶ τοῦ ἐξοθσίαν ἔκοντος. εἰ γὰρ φαίης αὐτὸν εῖναι τὸν πατέρα τοῦ χριστοῦ, τὸν παρὰ σοὶ ἀγαθὸν λεγόμενον θεόν, εἰ καὶ κακῶς διαισεῖς, ὄμως, ἐμοντα τὸ κατ’ ἀφίαν. εἰ δὲ οὐ τοῦτον λέγεις, ἀλλὰ τὸν δημιουργὸν τὸν [*](e) παρὰ σοὶ φύσει κριτὴν ᾀδόμενον, λέγε μοι τίς τούτω δέδῳκε τὴν [*](1 Luk. 11, 49 vgl. 51. 50 — 9 Luk. 12, 4a. 5b. 6) [*](VM 1—3 vgl. S. 111, 3–5 9–13 vgl. s. 111, 6—10) [*](1 δὲ ηιντερ εἶχεν getilgt V corr 3 ἐκ s. 111, 5] ἀπὸ VM 6 εὐρισκομένης] lies ἐλεγχομένης?* 7f ἀφαιρεθέντων ////, ἐντων auf Rasur u. nachher noch Rasur von 6 Buchstaben V corr; lies wohl ἀφαιρεθειςῶν μαρτυριῶν * 9 λέγω + δὲ VM < S. 111, 6 vgl. Z. 14 10 f τὸν μετὰ τὸ —βαλεῖν εἰς γέενναν] τὸν ἔχοντα ἐξουσίαν τὸ μετὰ τὸ ἀποκτεῖναι τὸ σῶμα τὴν ψυκὴν βαλεῖν εἰς γέε3νναν Μ 10 ἀποκτεῖναι] ἀποθαεῖν, γετιλγτ u. dafür ἀποκτεῖναι am Rand gesetzt V corr 11 vor ἐξουσίαν + τὴν v 12 πωλοῦνται S. 111,9 14 [ ὲγὼ]* 15 ἀποκτενόντων, v boen drüber v corr 16 τοῦ *] τὸν V τὸ Μ | γέεναν, v oben drüber V corr 18 ἀπάρῃς* ] ἐπάρης VM 19 καταληφθέντων, ει V corr 20 ἀπόκρινε V ἀποκρίνεται Μ 22 vor παρὰ +καὶ Μ ναψηγετραγεν V corr 24 τοῦτον *] τοῦτο VM)

138
ἐξουσίαν; εἰ γὰρ ἀφ’ ἐαυτοῦ ἔχει, ἄρα μέγας ἐστὶ καὶ ἐξουσίαν ἔχει· εἰ δὲ τοῦ κρίνειν ἐξουσίαν ἔχει, καὶ τοῦ σῴζειν. ὁ γὰρ δυνάμενος κρίνειν δύναται καὶ ἀπολύειν. καὶ ἄλλως· εἰ τοῦ κριτοῦ βάλλοντος τος τὸς ψυχὰς εἰς γέενναν ὀθεὸς ἁ ἀγαθὸς οὐ ῤύεται ἀὐτάς, ὀ πανταχόθεν τακόθεν τῶν αὐτῶν ἐπιμελόμενος ψυχῶν, πᾶς ἄν εἤηἀγαθυός; ἤγὰρ ὄτι δύναται μέν, οὐ βούλεται δέ· δύναται ἐκ κειρὸς αὐτοῦ ῥ ϋ εσθαι, ἥ ὅτι δύναται μέν, οὐ βούλεται δέ · καὶ ποῦ ἡγαθό0της; εἰ δέ, ἐπειδὴ [*](e) αὐτὸς ἔκτισεν, ἐξουσίαν ἔχει καὶ κρίνειν, πῶς ὁ ἄνω θεὸς ὁ ὑπὸ σοῦ μυθευόμενος τινὰς μερικῶς σῴζει; εἰ μὲν γὰρ ἀπὸ τῶν ἀλλοτρίων λαμβάνων σῴ ζει, τὸ εἰς ἀγαθὸν τὸ ἔργον γίνεσθαι καὶ σωτήριον, προσωπολήπτην αὐτὸν ποιεῖς, μὴ τὸ ἀγαθὸν ἴσως πᾶσιν, ἀλλὰ μερικῶς ποιοῦντα.

Σχόλιον λݲ. Ἀντὶ τοῦ »ὁμνολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ« »ἐνώπιον τοῦ θεοῦ« λέγει.

Ἔλεγκος λݲ. Παντακόθεν ἐλέγχεται μὴ κατὰ θεὸν πορευόμενος, κἄν τε ἐν βρακυτάτῳ λόγῳ παραλλάξῃ τὴν ἀλήθειαν. ὁ τολμῶν γὰρ τι παραλλάσσειν τῶν γεγραμμένων ἀπ’ ἀρχῆς οὐκ ἐν ὁδῷ ἀληθείας ἵσταται.

Σχόλιον λݲαݲ. Οὐκ ἔκει τό» ὀ θεὸς ἀμφιέννυσι τὸν κόρτον«.

Ἔλεγκος λݲαݲ. Εἰ καὶ μὴ ἐᾷς τὰ γεγραμμένα, ὡς εἶχεν ὑπὸ τοῦ σωτῆρος εἰρημένα, ἀλλ᾿ οὖν γε σῴζονται οἱ τόποι ἐν τῷ εὐαγγελίῳ τῆς ἁγίας ἐκκλησίας, κἂν ἀρνήσῃ σὺ τὸν θεὸν τὸν πάντα πεπιηκότα καὶ πάντων ἐπιμελόμενον τῷ λόγῳ αὐτοῦ ἄχρι καὶ τοῦ χόρτου καὶ ὑπὸι τοῦ σωτῆρος ὁμολογούμενον.

Σλόλιον λݲβݲ. »Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων«, τῶν σαρκικῶν δή.

Ἔλεγχος λݲβݲ. Οἶδεν | ὁ πατηρ ὄτι χρῄξουσιν οἱ μαθηταὶ τῶν σαρκικῶν χρειῶν καὶ προνεῖ τῶν τοιούτων. προνοεῖ δὲ οὐκ ἐν ἄλλῳ αἰῶνι ἀλλ’ ἀλλ’ ἐνταῦθα, οὐκ ἐντοῖς ἀλλοτρίοις τὴν πρόνοιαν τῶν ἐαυ τοῦ δούλων ποιούμενος ἀλλὰ ἐν τοῖς ὑπ’ αὐτοῦ ἐκτισμένοις.

[*](14 f Luk. 12, 8 — 20 Luk. 12, 28 — Luk. 12, 30b)[*](VM 14f vgl. S. 111, 11f 20 vgl. s. 111, 13 26f vgl. s 111, 14f)[*](4 γέεναν V 5 ἐπιμελούμενος VM 8 πῶς, π auf Resur Vcorr 10 ἐρῶν aus αἱρῶν V corr 14 lies ὁμολογήσω Ζαην 14f τοῦ θεοῦ S. 111, 11] <VM 15 ἐνώπιον s. 111, 11] ἐκεῖνος VM 21 ἐᾶσ ///, 1—2 Buchstaben wegradiert V corr 24 ἐπιμελό////μενον, υ ausradiert V corr 25 ὐπὸ nachgetragen V corr 27 δή s. 111, 15] < VM 31 /// εκτισμένοις, κ vorn wegradiert V corr)
139

Σχόλιον λݲγݲ. Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Ἕλεγχος λݲγݲ. Εἰ τῶν ἄλλου τρεφόμεθα καὶ ἄλλος θεὸς τῆς βασιλείας [*](a) τῶν ούρανῶν ὑπάρχει, πῶς ἔτι ὁ λόγος συμφωνήσει; ἤ γὰρ αὐτοῦ ἐστι τὰ ἐνταῦθα καὶ αὐτοῦ ἐστιν ἡ βασιλεία· διὸ προστίθησι πάντα τὰ ἐνταῦθα, ὄντα αὐτοῦ, διὰ τὸν κάματον τοῦ πόθου τῆς αὐτοῦ βασιλείας· ἢ αὐτοῦ μὲν ἡ βασιλεία καὶ ὁ ἐκεῖ αἰών, τοῦ δὲ [*](b) δημιουργοῦ τὰ ἐνταῦθα, καὶ συνεθδοκεῖ ὁ δημιουργὸς τῇ τοῦ ἄνω βασιλείᾳ, ἀντιλαμβανόμενος τῶν τὴν δικαιοςύνην τοῦ ἄνω καὶ βασιλείας ζητούντων. μιᾶς δὲ οὔσης εὐδοκίας καὶ οὐχὶ διαφερομένης [*](e) οὐκέτι δύοἀρχαὶ ἤ τρεῖς· τῷ γὰρ ὄντι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα ποιήσας, ποιήσας δὲ καλῶς καὶ οὐκ ἐναντίως. ἡμῶν δέ ἐστι τὸ ἁμαρτάνειν καὶ σφάλλεσθαι ἐν τῷ θέλειν καὶ ἐν τῷ μὴ θέλειν.

Σχόλιον λ ݲδݲ. Ἀντὶ τοῦ ὁ πατὴρ ὑμῶν ὁ πατήρ εἶχεν.

Ἔλεγχος λݲδݲ. Καὶ ἐν τούτῳ οὐδὲν ἡμπας ἀδικήσεις, ἀλλὰ ἐτι ἐπιβεβαιώσεις. | τὸν γὰρ αὐτοῦ πατέρα προνοεῖν τῶν ἐνταῦθα ὡμολόγησας [*](Ö612) τὸν σωτῆρα εἰρηκέναι.

Σχόλιον λݲεݲ. Ἀντὶ τοῦ δευτέρᾳ ὴ τρίτῃ φυλακῇ εἶχεν ἐσπερινῇ φυλακῇ.

Ἔλεγχος λݲεݲ. Ἐλήλεγκται ὁ κτηνώδης μεταστρέψας τοὺς θείους λόγους ἐνοήτως πρὸς τὴν ἑαυτοῦ ὑπόνοιαν. Οὐ γὰρ ἡμεριναὶ γίνονται φυλακαὶ ἀλλὰ νυκτεριναί, ἀπὸ ἑσπέρας εἰς τὴν πρώτην τὴν προκοπὴν [ψυλακὴν] τῆς ἐπεκτάσεως ἔχουσαι καὶ οὐκ ἀπὸ τῆς ἕω εἰς τὴν ἑσπέραν, ὡς οὗτος ἀλίσκεται ῥᾳδιουργήσας.

Σχόλιον λݲςݲ. Τίς ὁ δικοτομξῶν τὸν δοῦλον; λέγε. Εἰ μὲν ὁ δημιουργὸς[*](a) καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.

Ἔλεγχος λݲςݲ Παρὰ σοῦ λεγόμενος θεός ὁ τοῦτο μέλλων πράσσειν, ἄρα αὐτοῦ εἰσιν οἱ πιστοί· ἐπιτιμῶν γὰρ τῷ μὴ καλῶς πράττοντι δούλῳ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τίθησιν. Εἰ δὲ [*](b) ὁ πατὴρ τοῦ Χριστοῦ ἐστιν ἤ αὐτὸς ὀ Χριστὸς ὁ μέλλων τοῦτο ἐπι- [*](1 Luk. 12, 31 — 14 Luk, 12,32 — 18 f Luk. 12, 38 — 25 Luk. 12,46) [*](V M 1 f vgl. S., 111, 16 14 Vgl. S. 111, 18 f 18 f vgl. S. 112, 1 25 f vgl. s. 112, 2 f) [*](1 δὲ S. 111, 16] < VM 18 ἑσπερινὴν φυλακὴν S. 112, 1`20 ἐλελεγκται, Η drüber Vcorr 22 τὴν πρώτην] ergänze ὥγαν 22 προκόπτην M 23 [ φυλακὴν)

140
τελεῖν, σαφῶς τὴν μαρτυρίαν παρὰ σαυτῷ ψυλάττεις κατὰ σοῦ οὖσαν, ὁμολογῶν γὰρ ἤ Χριστὸν ὴ τὸν αὐτοῦ πατέρα τοῦτο πράττειν μέλλοντα ἀναμφιβόλως ὠμολόγησας τὸν αὐτὸν κριτὴν τὸν αὐτὸν ἀγαθὸν καὶ ἕνα ὄνατ [τὸν τῶν καὶ τῶν ἐκεῖ προνοούμενον.

Σχόλιον λݲςݲ. Μή ποτε καταςύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι.

Ἔλεγχος λݲξݲ. Κριτὴν λέγεις τὸν δημιουργόν, πράκτορα δὲ ἕκαστον [*](a) τῶν αὐτοῦ ἀγγέλων, μέλλοντας ἀπαιτεῖν τοὺς ἁμορτωλοὺς τὰ πεπραγμένα. Ποῖα δὲ ἀλλ᾿ ὴ τὰ σφάλματα καὶ ἁμαρτήματα, ἀ καὶ ὁ Ἰησοῦς βδελύσσεται, ἇ καὶ σὺ ἀπαγορεύειν λέγεις; Εἰ τοίνυν ὰ ὁ ἄγαθὸς b θεὸς βδελύσσεται, καὶ ὁ κριτὴς καὶ δημιουργὸς τὰ αὑτὰ βδελύσσεται, εἶς ἐστιι καὶ ὁ αὐτὸς ἀπὸ τοῦ ἔργου δεικνύμενος καὶ τῆς μιᾶς εὐσοκίας.

Σχόλιον λݲηݲ. Ἦν παρακεκομμένον ἀπὸ τοῦ ἦλθόν τινες ἀναυγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὦν τὸ αἷμα συνέμιξε Πιλᾶτος σετὰ τῶν θυσιῶν αὐτῶν ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δέκα καὶ ὀκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό ἐὰν μὴ μετανοήΣητε καὶ τὰ ἐξῆς ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἷπεν ὁ γεωργὸς ὅτι σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον.

Ἔλεγχος λݲηݲ. Τούτων πάνων ἐποιήσατο τὴν ἀφαίρεσιν ὁ συλητής, [*](a) κρύψας ἀφ᾿ ἑαυτοῦ τὴν ἀλήθειαν, διὰ τὸ τὸν κύριον συμπεφωνηκέναι τῷ καλῶς δικάσαντι τοὺς τοιούτους Πιλάτῳ καὶ ὅτι καλῶς οἰ ἐν τῷ Σιλωὰμ ἀπέθανον ἁμαρτωλοὶ ὄντες καὶ ὑπὸ θεοῦ οὕτως τιμωρηθέντες. ὅταν δὲ ῥᾳδιουργήσωςίν τινες βασιλικὰ προστάγματα. [*](b) ἀπὸ τῶν ἀρχείων τὰ ἀντίγραφα προφερόμενα ἠσφαλισμένως ἔχοντα [*](Ö614) ἐλέγγει τοὺς ἄφρονας. Οὕτως καὶ ἀπὸ τοῦ βασιλικοῦ οἴκου τουτέστιν τῆς ἁγίας τοῦ θεοῦ ἐκκληςίας προφερόμενον τὸ εὐαγγέλιον ἐλέγχει τοὺς ἀφανιστὰς τῶν καλῶν ἐνδυμάτων μύας.

Σχόλιον λݲθݲ. Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἧν ἐδησεν ὁ Σατγανᾶς.

Ἔλεγχος λݲθݲ. Εἰ τῆς θυγατρὸς τοῦ Ἀβραὰμ ἐπιμελεῖται ἐλθὼν ὁ κύριος, οὐκ ἀλλότριος αὐτοῦ ἐστιν ὁ Ἀβαάμ. ὁμολογεῖ γὰρ [*](5f Luk. 12, 58b — 14 Luk. 13, 1—9 — 29 f Luk. 13, 16) [*](V M 5f vgl. S. 112, 4f 14—19 vgl. S. 112, 6—11 29 vgl. S. 112, 12) [*](3 vor τὸν αὐτὸν2 + καὶ M hineingeflickt V corr 4 τὸν 5 καταςύρῃ S. 112, 4] κατακρίνη VM | πρὸς τὸν auf Rasur V corr 11 vor δημιουργὸς + ὁ V 17 τό *] ὅτι V M 18 τὰ ἐξῆς * 19 vor σκάπτιω + καὶ S. 112, 11 25 ἀρχείων Pet.] ἀρχαίων VM (vgl. Zahn zu ign ad philad. 8, 2) 29 ἤν S. 112, 12)

141
Αὐτὸν αὐτῷ εὐηρεστηκέναι, οἶκτον εἰς τὴν αὐτοῦ θυγατέρα ἐνδεικνύμενος.

Σχόλιον μݲ. Παρέκοψε πάλιν τό τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἀν τῇ βασιλείᾳ τοῦ θεοῦς ἀντὶ δὲ τούτου ἐποίησεν ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους — ἐποίησε δέ κρατουμένους — »ἔξω«, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόνρτων.

Ἐλεγχος μݲ. Πῶς τὰ ἴχνη τῆς ἀληθείας φαίνεται. Οὐ γάρ τις [*](a) ὁδὸν δύνται ἀποκρύψαι. Πλανῆσαι μὲν γὰρ ἀνθρώπους δύναται ἐξ αὐτῆς καὶ ἀποκρύψαι αὐτὴν ἀπὸ τῶν ἀγνοούντων, ἀπὸ δὲ τῶν ἐν πείρῳ αὐτῆς γεγονότων ἀδύντον. Οὐ γὰρ δύναται τὴν γῆν, ἔνθα ἦν [*](b) ἡ ὁδός, ἀφανίσαι. Κἄν τε αὐτὴν ἀμαυρώσῃ, τοῦ δὲ τόπου παραμένοντος τῆς ὁδοῦ ὑπὸ τῶν γινωσκόντων ἐλέγχεται ὁ τὴν ὁδὸν ῥᾳσιουργήσας. ὅρα δὴ τὰ ἴχνη τῆς ἀκολουθίας. Τὸν γὰρ λόγον τοῦτον [*](e) πρὸς τίνα ἔλεγεν ἀλλ᾿ ἤ πρὸς τοὺς Ἰουδαίους; Καὶ εἰ πρὸς τοὺς Ἰουδαίους, ἤδη ἔδειξεν αὐτοὺς ἔνδον καὶ ἐκβαλλομένους ἀπὸ τῶν δικαίων. Τίνες δ᾿ ἄν εἶεν οὖτοι ἀλλ᾿ ἤ οἱ αὐτῶν πατέρες, Ἀβραὰμ [*](d) καὶ Ἰσαὰκ καὶ Ἴακὼβ καὶ οἱ προφῆται; Οὐ γὰρ εἶπεν ὄψεσθς, Ἀβραὰμ εἰσερχομένους καὶ ὑμᾶς μὴ εἰσερχομένους, ἀλλά ὄψεθε τοὺς δικαίους ἐν τῇ βασιλείᾳ, ὑμᾶς δὲ ἐκβαλλομένους. Καὶ περὶ μὲν τοῦ ἐκβαλλομένους [*](e) μελλητικῶς ἀπεφήνατο, τοὺς δὲ δικαίους ἤδη ὄντας ἀπέδειξεν οὐκ ἀλλοτρίους τούτων κατὰ τὴν σάρκα οὐδὲ κατὰ τὴν κλῆσιν, ἀλλὰ μετὰ τούτων κληθέντας, ἤδη δὲ δεδικαιωμξένους πρὸ τῆς ἐνςάρκου αὐτοῦ παρουςίας. Εἰ δὲ καὶ ἔξω μένοντας *, ὠς τῶν [*](f) Πατέρων ἔσω ὄντων· πόθεν δὲ βρυγμὸς ὀδόντων γίνεται ἐν τῇ κρίσει, ὦ ἠλίθιε, ἐὰν μὴ ἀνάστασις σωμάτων γένηται;

Σχόλιον μݲαݲ. Παρέκοψε πάλιν τό ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ καὶ τό οἱ ἔσχατοι ἔσονται πρῶτοι καὶ τό προςῆλθον οἱ φαρισαῖοι λέγοντες, ἔξελθε [*](3—8 Luk. 13, 28 —28 Luk. 13, 29 — 35) [*](VM 3—8 vgl. S. 112, 13—17 28—S. 142, 7 vgl. S. 112, 18—113, 4) [*](1 εὐηρεστηκέναι, η auf Rasur Vcorr εὐαρεστηκέναι M 3 τό S. 112, 13 5 ὅτε Corn., viell. Besser ὅταν Jül.] ὄτι VM ebenso S. 112, 15 6 ἐποίησε durchgestrichen u. dafür προςέθηκεν am Rand gesetzt V corr προςέθηκεν M 7 vor ἐκεῖ + καὶ S. 112, 16 | ἔστιν S. 112, 17 13 δὲ *] τε VM 16 f καὶ εἰ — Ἰουδαίους Μ 17 αὐτοὺς + γεγενημένους ? * 18 οῡτοι * 19 καὶ 1 Μ 20 ἀλλ᾿ M 24 ἤδη δὲ *] τοὺς ἤδη VM 25 * ergänze etwa τοὺς Ἰουδαίους ἐσήμανεν, ἀλλ᾿ οὖν γε οὐ πάντας * 30 οἱ s. 112, 19 ] VM)

142
καὶ πορεύου, ὅτι Ἠρῴδης σε θέλει ἀποκτεῖναι καὶ τό εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ ἕως ὅπου εἶπεν οὐκ ἐνδέχεται προφήτην ἐπολέσθαι ἔξω Ἱερουσαλήμ καὶ τό Ἱερουσαλήμ, Ἱερου σαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους καὶ τό πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὅρνις τὰ τέκνα σου καὶ τό ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν καὶ τό οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε, εὐλογημένος.

Ἔλεγχος μݲαݲ. Ὅρα τὴν τοσαύτην τόλμαν· πόσην ποιεῖται ἀφαίρεσιν τοῦ εὐαγγελίου; ὡς εἴ τις λάβῃ ζῷον καὶ ἐκτέμῃ αὐτοῦ τὸ ἥμισυ τοῦ σώματος καὶ ἐν τῷ ἡμίσει τοὺς ἀγνοοῦντας πειράσεται πείθειν, τοιοῦτο εἶναι τὸ ζῷον λέγων καὶ μηδὲν ἐπ᾿ αὐτοῦ ἀφαιρεῖσθαι.

Σσχόλιον μݲβݲ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβλολὴν τῶν δύο θἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου.

Ἔλεγχος μݲβݲ. Οὐδὲν διοίσει τὸ ἀκόλουθον τῆς ῥᾳδιουργίας ἀπὸ τῶν πρότερον ἑαυτῷ τετολμημένων· ἑαυτῷ δὲ τὸ ἐπιζήμιον ἐπάγεται, σενούσης τῆς κατὰ θεὸν ἀληθείας.

Σχόλιον μݲγݲ. ὁ νόμος καὶ οἰ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται.

Ἔλεγχος μݲγݲ. Εἰ νόμον τάσσει καὶ προφήτας ἀποκαλεῖ καὶ οὐκ ἀνομίαν δηλοῖ τὸν νόμον οὐδὲ ψευδοπροφήτας φάσκει τοὺς προφήτας, σαφῶς ὁμολογεῖται μεμαρτυρηκέναι τὸν σωτῆρα τοῖς ροφήταις καὶ δέδεικται ὡς περὶ αὐτοῦ προεφήτευσαν.

Σχόλιον μݲδݲ. Περὶ τοῦ πλουςίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰ τὸν κόλπον τοῦ Ἀβραάμ.

Ἔλεγχος μݲδݲ. Ἰδού, καὶ ἐν ζῶσι καὶ μακαριζομένοις καὶ ἐν κληρονομίᾳ [*](a) ἀναπαύσεως ὁ Ἀβραὰμ ὑπὸ τοῦ κυρέτι τοίνυν, Μαρκίων, τὸν [*](b) Ἀβρὰμ βλασφήμει, τὸν ἐπιγνόντα τὸν ἐαυτοῦ δεσπότην καὶ εἰπόντα αὐτῷ κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν. ἰδοὺ γὰρ ὑπ᾿ αὐτοῦ τοῦ [*](13—15 Luk. 15, 11ff —19 Luk. 16, 16 — 25 f Luk. 16, 22 — 31 Gen. 18, 25) [*](V M 13—15 vgl. S., 113, 5—7 19 f vgl S. 113, 8 f 25 f vgl. S. 113, 10 f) [*](1 εἶπεν 112, 21 ]V M 2 ὄπου] ὅτου S. 112, 22 3 καὶ τό Μ 4 ἀποκτένουσα, ν drüber V corr 6 ὑμῶν + ἔρημος M 7 οὐ S. 113, 3 13 ἀπέκψε s. 113, 5 | τὴν παραβολὴν πᾶσαν S. 113, 5 14 f καὶ ἀσώτως δαπανήσαντος S. 113, 6 17 ἐαυτῷ1] αὐτῷ Jül. 28 ö hineingeflickt V corr ἐγκατελέγχθη M)

143
κυρίου ἐμαρτυρήθη εἶναι δίκαιος καὶ οὐκ ἀλλότριος τῆς παρὰ τοῦ σωτῆρος ἐπανιουμένης ζωῆς.

Σχόλιος μݲεݲ. Νῦν δὲ ὅδε παρακαλεῖται ὁ αὐτὸς Λάζαρος.

Ἔλεγχον μݲεݲ. Εἰ παρακαλεῖται Λάζαρος ἐν κόλποις Ἀβραάμ, οὐκ ἐκτὸς τῆς παρακλήσεως τῆς ζωῆς ὑπάρχει ὁ Ἀβραάμ.

Σχόλιον μݲςݲ. Εἶπεν Ἀβραάμ ἔχουσι Μωυςέα καὶ τοὺς προφήτας, ἀκουςάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν·

Ἔλεγχος μݲςݲ. Οὐχ ὡς ἔτι ἐν τῷ κόσμῳ ὼν καὶ ὡς ἡπατημένος Ἀβραὰμ μαρτυρεῖ τῷ νόμῳ Μωυςέως καὶ τοῖς προφήταις οὐδὲ ὠς οὐκ εἰδὼς τὰ ἐκ τούτων ἀποβηςόμενα, ἀλλὰ μετὰ τὸ ἐν πείρᾳ γενέσθαι τῆς ἐκεῖ ἀναπαύσεως. Μετὰ γὰρ τελευτὴν μαρτυρεῖται ὑπὸ κτοῦ [*](b) σωτῆρος ἐν τῇ παραβολῇ τοῖς τοῦ νόμου δόγμασι καὶ προφητῶν τὴν σωτηρίαν κτηςάμενος καὶ ταῦτα πρὸ τοῦ νόμου πράξας. ὁμοίως δὲ καὶ τοὺς μετὰ ταῦτα τὸν νόμον φυλάξαντας καὶ προφήταις ὑπακούσαντας εἰς τὸν κόλπον αὐτοῦ εἶναι καὶ εἰς τὴν ζωὴν μετ ᾿ αὐτοῦ ἀπιέναι· ὧν εἷς ἧν Λάζαρος, ὁ διὰ νόμους καὶ προφητῶ καταξιωθεὶς ζωτικοῦ κόλπου τῆς τοῦ Ἀβραὰμ μακαριότητος.

Σχόλιον μݲξݲ. Παρέκοφε τό λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὅ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.

Ἔλεγχος μݲξݲ. Καὶ τὸ ἀσφαλὲς τῆς τοῦ κυρίου διδασκαλίας οὐ παραδέχεται. ἐπασφαλιζόμενος γὰρ τοὺς ἑαυτοῦ μαθητάς, ἵνα μὴ διὰ τῆς ὑπερηφανίας ἀπολέσωσι τὸν μισθὸν τοῦ ἔργου, ταπεινοφρονεῖν ἐνουθέτει. Οὗτος δὲ οὐ παραδέχεται· τύφῳ γὰρ κατὰ πάντα ἐπήρθη καὶ οὐκ ἀληθείᾳ.

Σχόλιον μݲηݲ. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοφε δὲ πολλὰ καὶ ἐποίησεν ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι πολλοὶ λεπροὶ ἦσαν ἐν Ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος.

[*](3 Luk. 16, 25 b — 6 Luk. 16, 29. 31 — 19 Luk. 17, 10 — 26 Luk. 17, 12. 14 Vgl. Luk . 4, 27)[*](V M 3 vgl. S. 113, 12 f 6—8 vgl. S. 113, 13 f 19 f vgl. S. 113, 15 f 26—30 vgl. S. 113, 17—114, 2)[*](3 ὅδε Zahn] ὦδε V M ebenso S. 113, 12 7 ἐκ S. 113, 14 ] ἀπὸ V M 8 ἀκούοσυιν M u. S. 113, 14 9 καὶ ὡς auf Rasur V corr 11 οὐκ aus οὐχ V corr 13 προφητῶν *] προφήταις V M; προφήταις ὑπακούσας Jül.. 19 ὅτι S. 113, 15] VM | ὃ] ὧ V 29 ἐκαθα////ρίσθη///, α//// aus αι, am Schlub wohl Σαν wegradiert V corr)
144

Ἔλεγχος μݲνݲ. Καὶ ἐνταῦθα προφήτην τὸν Ἐλισσαῖον καλεῖ ὁ κύριος καὶ ἑαυτὸν πληροῦντα τὰ ἱσοτύπως παρ᾿ἐκείνου προγεγενημένα, ἵνα ἐλέγξῃ Μαρκίωνα καὶ πάντας τοὺς ἀθετοῆντας θεοῦ προφήτας.

Σχόλιον μݲθݲ. »Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἱδεῖν μίαν τῶν ἡμιρῶν τοῦ υἱοῦ ἀνθρώπου«.

Ἔλεγχο μݲθݲ Ελ ἡμίρας ἀριθμεῖ καὶ χρόνων σημαίνει καὶ υἱὸν ἀνθρώπου λέγει ἑαυτόν, ἄρα καὶ μέτρον ἡλικίας ὑπέδειξε καὶ ἡμερῶν τοῦ κηρύγματος † ὑπόδειγμα. οὐκ ἄσαρκος οὖν ὁ Δόγος, ἀλλ᾿ἐν σώμαται ἡ εὐδοκία.

Σχόλιον νݲ. »Εἶπέν τις αὐτόν. διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;ὁ δέ. μή με λέγε ἀγαθόν. εἶς ἐστιν ἀγαθὸς ὁ θεός«. προσέθετο ἐκεῖνος »ὁ πατήρ« καὶ ἀντὶ τοῦ »τὰς ἐντολὰς οἶδας« λέγει »τὰς ἐντολὰς οἶδα«.

Ἔλεγχος νݲ. Ἵνα μὴ δείξῃ τὰς ἐντολὰς ἤδη προγεγραμμένας, λέγει »τὰς ἐντολὰς οἶδα«. τὸ δὲ ὅλον κεφάλαιον φανερὸν ὑπάρχει ἀπὸ τῆς ἀκολουθίας. καὶ εἰ πατέρα ἀγαθὸν φάσκει καὶ θεὸν ὀνομάζει, καλῶς ἀπὸ τοῦ νόμου τοῦ πατρὸς αὐτοῦ διδάσκει τὸν βουλόμενον τὴν ζωὴνκληρονομὴσαι καὶ οὐκ ἀθετεῖ οὐδἒ ἀπωθεῖται, ἀλλὰ μᾶλλον ἐπιμαρτυρεῖ τοὺς ἐν νόμῳ πολιτευσαμένους ζωὴν αἰώνιον κεκληρονομηκέναι, Μωσυέα τε καὶ τοὺς ἄλλους προφήτας.

Σχόλιον νݲαݲ. »Ἐγένετο δὲ ἐν τῷ ἐγγίξειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα. Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰαθη, φησίν. ἠ πίστις σου σέσωκέν σε«.

Ἔλεγχος νݲαݲ.Ἐν πίστει οὐκ ἔνι ψεῦδος. εἰ γὰρ ψεύδεται,οὐ [*](a) πίστις. λέγει γοῦν. υἱὲ Δαυίδ, καὶ ἐπαινεῖται καὶ κομίζεται τὸ αἴτημα ὁ τὸ ὄνμα ὁμολογήσας καὶ οὐκ ἐπετιμήθη ὡς ψεύστης, ἀλλὰ ὡς πιστὸς ἐμακαρίσθη. οὐκ ἄραἄσαρκος ὁ διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος [*](b) χαρισάμενος τῷ τυφλῷ τὸ βλέπειν. ἀληθινῶς γὰρ ἦν καὶ οὐ δοκήσει, ἐκκ τοῦ σπέρματος Δαυὶδ κατὰ σάρκα ἀπὸ Μαρίας τῆς ἁρίας παρθένου καὶ διὰ πνεύματος ἁγίου γεγεννημένος.

[*](5 luk. 17,22 — 11 Luk. 18, 18. 19. 20 — 22 Luk. 18, 35. 38. 42)[*](V M 5f vgl. S. 114, 3f 11–14 vgl. S. 114,5–9 22–24 vgl. S. 114, 9—11)[*](5 ἰδεῖν S. 114,3] <VM 8 ἐαυτόν, ἐ vorgesetzt Vcorr 9 † ὑπόδειγμα] lies etwa ὅρον * 10 ἡ auf Rasur Vcorr 12 ὁ δὲ angeflickt V corr <S. 114,6] λέγετε S. 114,6 13 ὁ θεός <S. 114,6f | προσέθηκε S. 114,7 | ἐκεῖνος] τὸ ὅτιS. 114,7 15 [μὴ]?* (Sinn: „als ob Marcion selbst bweeisen wollte. . , läßt er ihm sagen “) 22 αὐτὸν <S.114,9 31 [καὶ]?*)
145

Σχόλιον νݲβݲ. Παρέκοψε τό »παραλαβὼν τοὺς δώδεκα ἔλεγεν. ἱδού, ἀναβαίνομέν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται«. ὅλα ταῦτα παρέκοωεν.

Εόγχπς μݲβݲ Ἴνα ἐν μηδενὶ ὀρθοποδήσῃ, μὴ δὲ ἐλέγχηται ῥᾳδιουργῶν κατὰ πάντα τρόπον. ἔκρυψε γὰρ τὰ ἡητά, ἴνα δῆθεν τὰ περὶ τοῦ πάθους ἀρνήσηται. ὕστερον δὲ ὁμολογοῦντι αὐτὸν ἐσταυρῶσθαι εἰς μάταιον αὐτῷ ὁ πόνος τῆς ῤᾳδιουργίας ἔσται.

Σχόλιον νݲγݲ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, διότι γεγραμμένον ἦν »ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν«.

Ἔλεγχος νݲγݲ.Τὸν ἔλεγχον ἑαυτῆς ἡ κακία οὐχ ὁρᾷ, τυφλώττει [*](a) γάρ. οἴεται δὲ δύνασθαι ἀποκρύπτειν τὴν τῆς ἀληθείας ὁδόν, ὅπερ ἐστὶν ἀδύνατον. εὐθὺς γὰρ ἀνεπήδησε, παραλιπὼν ὅλα τὰ κεφάλαια λαια τὰ προειρημένα διὰ τὸν μαρτυρηθέντα τόπον τοῦ ναοῦ ὅντα αὐτοῦ ἵδιον καὶ εἰς ὅνομα αὐτοῦ ᾠκοδομημένον καὶ ἀπὸ τῆς Ἱεριχὼ [*](c) καταλιπὼν πὰσαν τὴν ἀκοκουθίαν τῆς ὀδοιπορίας, πῶς τε ἦλθεν εἰς Βηθφαγή. φύσει γὰρ λεωφόρος ἦν παλαιά, ἄγουσα εἰς Ἱερουσαλὴμ διὰ τοῦ ὄρους τῶν ἐλαιῶν, οὐκ ἄγνωστος οῦσα τοῖς καὶ τὸν τόπον ἱστοροῦσιν. ἴνα δὲ ἐλεγχθῇ ἀπὸ τοῦ ἰδίου στόματος, φησίν »ἐγένετο ἐ μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ ἐν τῷ ἱερῷ, ἐζήτησαν ἐπιβαλεῖν ἐπ᾿αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν«, ὡς ἔχει τὸ μετὰ τοῦτο κεφάλαιον νݲδݲ. πῶς οὖν ἀπὸ Ἱεριχὼ ἐγένετο ἐν τῷ ἱερῷ, [*](e) ἀπὸ τῆς αὐτῆς ὀδοιπορίας γνωσθήσεται καὶ τοῦ τῆς ὁδοῦ διαστήματος. ἀλλὰ ἵνα ὀφθῇ ὁ ῥᾳδιουργὸς παρακρύψας τὰ ἐν τῇ ὁδῷ γενόμενα καὶ ἐν τῷ ἱερῷ ῥηθέντα ὑπ᾿αὐτοῦ τοῦ σωτῆρος πρὸ τούτου τοῦ λόγου, λέγω δὴ<τό> »ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται« καὶ τὰ ἐξῆς ὡς ἔχει ἡ προφητεία.

Σχόλιον νݲδݲ. »Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ᾿αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν«.

[*](1 Luk. 18, 31–33–10 Luk. 19, 29ff. 46–23 u.31 Luk. 20, 19)[*](V M 1—5 vgl. S. 114, 12–16 10–13 vgl. S. 114,17—115,2 31f vgl. S. 115,3f)[*](4 γὰρ καὶ <S. 114,14 | ἀναστήσεται S. 114,15]ἐγερθήσεται VM 10 τὸ περὶ<S.114,17 11 διότι]ὅτι S. 114, 18 19 ἦλθον V 20f λεωφόρος — οὐκ am Rande nachgetragen Vcorr 29 <τὸ>*)
146

Ἔλεγχος νݲδݲ.Ἐθεωρήθη καὶ ἡρμηνεύθη ἐν τῷ πρὸ τούτου ἐλέγχῳ σὺν τῇ φράσει μετ᾿ἐπιτομῆς τῆς προσηκούσης.

Σχόλιον νݲεݲ. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό »τί οὖν ἐστι τό. λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;«

Ἔλεγχος νݲεݲ. Οὐδὲν ἡμᾶς ἀδικήσει τοῦτο. κἄν τε γὰρ αὐτὸ περικόψῃ, οὐκ ἀφ᾿ἡμῶν ἀπέκοψεν, ἀλλὰ ἐαυτὸν καὶ τοὺς αὐτοῦ ἐζημίωσεν. ἱκανὸς γὰρ ὁ κατ᾿ αὐτοῦ ἔλεγχός ἐστι διὰ πλειόνων μαρτυριῶν.

Σχόλιον νݲςݲ. Ἀπέκοψε τό »ὅτι δὲ ἐγείρονται οἱ νεκροί, Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν«.

Ἔλεγχος νݲςݲ.Θαυμάσαι ἔστιν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ματαιόφρονος, [*](a) πῶς οὑχὶ νοεῖ ὅτι ἵση αὕτη ἡ μαρτυρία τυγχάνει τῇ τοῦ Δαζάρου τοῦ πτωχοῦ καὶ τῇ παραβολῇ τῶν μὴ συγχωρουμένων εἰς τὴν βασιλέίαν λείαν εἰσελθεὶν· ὧν παραβολῶν τὰ λείψανα εἴασε καὶ οὐ παρέκοψεν, ἀλλὰ ἐπὶ τῇ αὐτοῦ αἰσχύνῃ καταλέλοιπεν τό »ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων«. δακτύλου δὲ ἐμβρεχομένου εἰς ὕδωρ [*](b) μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν διὰ τὸν Λάζαρον, καὶ βρυγμοῦ ὀδόντων ὁ πλούσιος ἔφη τῷ Ἀβραὰμ διὰ τὸν Δάζαρον, καὶ βρυγμοῦ ὀδόντων καὶ κλαυθμοῦ γινομένου, ἀναστάσεως σωμάτων ἐστὶ σημεῖον, κἂν παρακόψῃ ὁ κτηνώδης τὰ ὐπὸ κυρίου περὶ ἀναστάσεως νεκρῶν ἀληθῶς εἰρημένα.

Σχόλιον νݲςݲ. Οὐκ εἶχε ταῦτα »ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ξώντων«.

Ἐλεγχος νݲζݲ. Διὰ τὸ δευτερῶσαι τὸν σωτῆρα τὴν παραβολήν, διττῶς παρ᾿ ἡμῶν ἐντέψωμέν τι τῶν γεγεραμμένων. ἥδη <δὲ>ἐ τῷ [*](Ö624) ἀνωτέρῳ ἐλέγχῳ γεγένηται ἡ κατὰ τῆς αὑτοῦ ῥᾳδιουργίας ἀντίρρησις.

[*](3 Luk. 20,9ff. 17—10 Luk. 20,37f — 17 vgl. S. 141,7f — 24 Luk. 20,37f)[*](V M 3—5 vgl. S. 115,5—7 10–12 vgl. S. 115, 8–10 24–26 vgl. S. 115,11–13)[*](1 ἡρμηνεύθη, ἡ auf Rasur Vcorr 3 τὰ περὶ]τὴν S. 115,5 3f ἐκδεδωμένου Μ 11 ἐπὶ*]περὶ V M ebenso S. 115, 9 | καθὼς S. 115,9] ὡς VM | κύριον S. 115,9] ὁ κύριος VM 18 ἐνβρεχεομένου V 26 θεὸς ζώντων S. 115, 12f 29 ἤδη zweimal geschrieben V, das erste getilgt V corr | <δὲ>*)
147

Σχόλιον νݲηݲ. Πάλιν παρέκοψε τό »θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται«.

<Ἔλεγχος νݲηݲ> . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

Σχόλιον νݲθݲ. Πάλιν παρέκοψε ταῦτα »τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη« καὶ τὰ ἐξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥμτῷ »ἔως πληρωθῇ πάντα τὰ γεγραμμένα«.

Ἔλεγχος νݲθݲ. Δοκεῖ λήθην κεκτημένος τοὺς ἅπαντας ἴσως αὐτῷ [*](a) ἀνοήτους εἶναι καὶ οὐκ οἶδεν ὅτι κἂν μικρὸν ῥητὸν ὑπ᾿αὐτοῦ καταλειφθῇ ἔλεγχον ποιεῖται καὶ πολλῶν ἔκαστον ῥητῶν ὑπ᾿αὐτοῦ παρακοπέντων. οὐδὲν τοίνυν κωλύσει τὸν βουλόμενον ἀντιπαραθεῖναι ταύταις ταῖς παρακεκομμέναις μαρτυρίαις τὰ παρ᾿ αὐτοῦ ὁμολογηθέντα. δειχθήσεται γὰρ σύμφωνα ὅντα τούτοις τοῖς ὑπ᾿ [*](b) ἐπκείνου περικοπεῖσιν* ἐν οἶς ἔλεγεν ὁ Ἀβραὰμ μετὰ τὴν τελευτήν, ὅτι »ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν«. ἃ ἔλεγον γὰρ οἱ προφῆται καὶ Μωυσῆς, ἐκ θεοῦ πατρὸς ἦν καὶ ἐξ αὐτοῦ τοῦ κυρίου υἱοῦ κυρίου υἰοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἃ ἔδει γεγραμμένα ὄντα πληροῦσθαι.

Σχόλιον ξݲ. »Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς«.

Ἔλεγχος ξݲ Ὦ φρενοβλάβεια τοῦ Μαρκίωνος. »συνελάλησεν«, τίς [*](a) ἀλλ᾿ἢ Ἰούδας;τὸ τί ποιῆσαι ἀλλ᾿ἢ παραδοῦναι τὸν σωτῆρα; παραδιδομένου δὲ τοῦ σωτῆρος οὐκέτι δόκησις ὁ παραδιδόμενος, ἀλλὰ ἀλήθεια. εἰ γὰρ πνεῦμα ἦν μόνον, σαρκικοῖς ἀνθρώποις οὐ παρεδίδοτο. ἀλλὰ ἄνθρωπος ὣν ὑπὸ ἀφὴν γέγονεν, σάρκα<τε> ἐνδυσάμενος εἰς χεῖρας ἀνθρωπίνης φύσεως ἑαυτὸν ἑκὼν παρεδίδου. τἀναντία δὲ [*](b) ἐαυτοῖς ὑπὸ ἀνοίας φθέγγονται. καὶ γὰρ καί ποτε διαλεγόμενός τιαι τῶν αὐτοῦ μαθητῶν Μαρκιωνιστῇ τινι καὶ λέγων ὡς ἐν τῷ εὐαγ- [*](1 Luk. 21, 18 - 5 Luk. 21, 21f - 15 Luk. 16,29 - 19 Luk. 22, 4) [*](V Μ 1f vgl. S. 115,14f 5-7 vgl. S. 115,16–18 19f vgl. S. 115, 19) [*](3 in V kein Anzeichen einer Lücke; in M 3–4 Linien freigelassen 6 τὸ ἐπιφερόμενον u.ἐν τῷ ῥητῷ S. 115,17 7 πάντα S. 115,18] <VM 8 ἴσως*]ἴσους VM 9 ῥητὸν μικρὸν, die Zahlen drüber V corr 9f καταληφθῆ Μ 10 ποιεῖται + πόσω μᾶλλον Μ nachgetragen V corr | ἔκαστον getilgt V corr <M 14 *<τὰ περιλειφθέντα>*| ὁ<V | μετὰ τὴν τελευτήν vgl. S. 143,9 15 ὅτι *]τὸ VM 19 vor τὸ πῶς + καὶ S. 115, 19 24f παρεδίδετο, o drüber V corr 25 ἄνθρωπος*]θεὸς VM | <τε>* 27 διαλεγόμενοι Μ)

148
γελίῳ ἔχει ὅτι παρέλαβεν αὐτὸν τὸ πνεῦμα εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, ἤκουσα παρ᾿αὐτοῦ ὅτι πῶς ἠδύνατο <ὁ>Σατανᾶς τὸν ὄντα θεὸν καὶ μείξονα αὐτοῦ ὑπάρχοντα καὶ κύριον αὐτοῦ (ὠς ὑμεῖς λέγετε) πειράσαι, τὸν Ἰησοῦν τὸν αὐτοῦ δεσπότην;ἐγὼ δὲ [*](e) ἐν τῇ τοῦ θεοῦ βοηθείᾳ ἐξ ὑπογύου λαβὼν σύνεσιν ἀπεκρινάμην αὐτῷ λέγων. οὐ πιστεύετε ὅτι ἐσταυρώθη ὁ Χριστός;ὁ δὲ ἔφη. ναί, καὶ οὐκ ἠρνήσατο. τίνες οὖ αὐτὸν ἐσταύρωσαν;ὁ δὲ ἔφη. ἄνθρωποι. εἶτα ἔφην αὐτῷ.τίς δυνατώτερος, ἄνθρωποι ἢ ὁ διάβολος; ὁ [*](d) δὲ ἔφη. ὁ διάβολος. ὅτε δὲ τοῦτο εἶπεν, ἀπεκρινάμην. εἰ ὁ διάβολος ἰσχυρότερος ἀνδρώπων ὑπάρχει, ἄνθρωποι δὲ οἱ ἀσθενέστεροι Χριστὸν ἐσταύρωσαν, οὐ θαῦμα εἰ καὶ ὑπὸ τοῦ διαβόλου ἐπειράσθη. πάντα γὰρ θέλων καὶ οὐ μετὰ ἀνάγκης ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν [*](e) ὁ Χριστός, πάσχων ἐν ἀληθείᾳ, οὐ κατὰ ἀσθένειαν ἀλλὰ κατὰ προαίρεσιν, εἰς ὑπογραμμμόν ἡμῶνκαὶ τὰ πρὸς τὸν διάβολον [καὶ]εἰς σωτηρίαν ἡμῶν ἐν τῷ πάθει τοῦ σταυροῦ *, εἰς κατάκρισιν ἁμαρτίας καὶ ἀθέτησιν τοῦ θανάτου.

Σχόλιονξݲαݲ. »Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς. ἀπελθόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα«.

Ἐλεγχος ξݲαݲ. Νέφος βελῶν κατὰ σοῦ ἐν μιᾷ μαρτυρίᾳ τὸ ῥητὸν [*](a) περιέχει, ὦ Μαρκίων. εἰ γὰρ προστάσσει ἑτοιμάξεσθαι αὐτῷ φαγεῖν τὸ Πάσχα, Πάσχα δὲ πρὸ τοῦ παθεῖν τὸν Χριστὸν ἐπετελεῖτο, πάντως ὅτι ἀπὸ νόμου τῆν σύστασιν εἶχεν. κατὰ νόμον δὲ τοῦ Χριστοῦ [*](b) πολιτευομένου σαφὲς ἦν ὅτι οὐ νόμον ἦλθεν καταλῦσαι, ἀλλὰ πληρῶσαι. εἰ δὲ νόμον βασιλεὺς οὐ καταλύει, οὐκ ἀκαθοσίωτος ἡ ἐν τῷ νόμῳ διάταξις οὐδὲ τῷ βασιλεῖ ἀπειρημένη.λ εὐκαθοσιώτου δὲ ὄντος [*](c) τοῦ νόμου καὶ τῆς διατάξεως ὁμολογουμένης, εἴ τι προσθείη βασιλεὺς τῇ διατάξει ἐπὶ μείζονι δωρεᾷ, κατ᾿ ἐξουσίαν ἡ φαιδρότης γίνεται τῆς προσθήκης. ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ τῆς νομοθεσίς οὔσης καὶ τῆς κατὰ προσθήκην δωρεᾶς, παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς ὡς οὐκ ἐναντιοῦται τῷ νόμῳ ὁ τὴν προσθήκην ποιησάμενος. ἀποδέδεικται [*](d) τοίνυν οὐκ ἐναντία τις οὖσα ἡ παλαιὰ διαθήκη τοῦ εὐαγγε- [*](1f Vgl. Matth.4,1– 17 Luk. 22,8 – 23 vgl. Matth. 5, 17) [*](V M 17f vgl. S. 115, 20f) [*](2 <ὁ>* 6 ὁ1 nachgetragen V corr 8 ἄνθρωποι *]ἄνθρωπος V M 10 oἱ oben hinein V corr 13 πάσχων Pet.] πάσχειν V M 14 τὰ oben hinein V corr | [καὶ]* 15 *<ἀναπληρῶν>* 21f πάντος Μ 24 οὐκ ἀκαθοσίωτος]οὐκαθοσίωτος Μ 26 εἴ τι auf Rasur V corr)

149
λίου οὐδὲ τῆς τῶν προφητῶν ἀκολουθίας. κατὰ σαυτοῦ δέ, ὦ Μαρκίων, ἐπήγαγες πολυτρόπως τὸν ἔλεγχον, μᾶλλον δὲ ὑπ᾿ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος. Πάσχα γὰρ τὸ παλαιὸν οὐδὲν ἦν ἀλλὰ [*](e) προβάτου θῦμα καὶ κρεῶν ἐδωδή, ἐμψύχου τε μετάληψις μετὰ ἀζύμων. καὶ τίς σε ἠνάγκασεν μὴ ἀφανίσαι τέλεον τὸν κατὰ σοῦ ἔλεγχον ἢ (ὡς εἶπον) αὐτὴ ἡ ἀλήθεια; ἣν γὰρ σὺ βδελύττῃ σαρκοφαγίαν, ὁ κύριος Ἰησοῦς μετὰ τῶν ἑαυτοῦ μαθητῶν βέβρωκεν, ἐπιτελῶν τὸ Πάσχα τὸ κατὰ νόμον. καὶ μὴ λέγε ὅτε ὃ ἔμελλε μυστήριον ἐπιτελεῖν, [*](f) τελεῖν, τοῦτο προωνόμαζε λέγων· θέλω μεθ᾿ ὑμῶν φαγεῖν τὸ Πάσχα. ἵνα γὰρ κατὰ πάντα τρόπον καταισχύνῃ σε ἡ ἀλήθεια, οὐκ ἐν τῇ ἀρχῇ ποιεῖ τὸ μυστήριον, ἵνα μὴ ἀρνήσῃ, ἀλλά φησι· μετὰ τὸ δειπνῆσαι λαβὼν τάδε καὶ τάδε, [καὶ] εἶπεν, τοῦτό ἐστι τάδε καὶ τάδε, καὶ οὐκ εἴασεν οὐ<δένα> τόπον τῇ ῥᾳδιουργίᾳ. ἔδειξε γὰρ ὅτι μετὰ τὸ βεβρωκέναι τὸ Πάσχα τὸ κατὰ τοὺς Ἰουδαίους τουτέστιν μετὰ τὸ δειπνῆσαι, ἧκεν ἐπὶ τὸ μυστήριον.

Σχόλιον ξݲβ.ݲ »Καὶ ἀνέπεσε καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ, καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαψεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν«.

Ἔλεγχος ξݲβ.ݲ Ἀνέπεσεν ὁ σωτήρ, ὦ Μαρκίων, καὶ οἱ δώδεκα [*](a) ἀπόστολοι μετ᾿ αὐτοῦ. εἰ ἀνέπεσε καὶ συνανέπεσον, οὐ δύναται μία λέξις τὴν σημασίαν ἔχειν ἑτέραν καὶ ἑτέραν, κἄν τε τῇ ἀξίᾳ καὶ τῷ τρόπῳ ἔχοι τὴν διαφοράν. ἢ γὰρ δώσεις καὶ τοὺς δώδεκα δοκήσει ἀνπεπτωκέναι ἢ καὶ αὐτὸν ἀληθείᾳ σάρκα ἔχοντα ἀληθινῶς ἀναπεπτωκέναι. καί »ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν [*](b) μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν«, ἵνα δείξῃ Πάσχα πρὸ τοῦ πάθους αὐτοῦ ἐν τῷ νόμῳ προτυπούμενον καὶ γινόμενον τὸ βέβαιον αὐτοῦ τοῦ πάθους καὶ ἐντελέστερον προσκαλούμενον· καὶ ὑποδεικνύων, ὡς καὶ ὁ ἅγιος ἀπόστολός φησι <ὅτι> »παιδαγωγὸς ἡμῖν γέγονεν ὁ νόμος [*](11 vgl. Luk. 22, 19f I Kor. 11, 24f — 16 Luk. 22, 14f — 28 Gal. 3, 24) [*](V M 1—5 u. 6—15 Concil. Nymphaeae hab. Mansi XXIII 303 b (Lemma: Idem in eodem contra Marcionitas in redargutione LXV de littera evangelii, quae redargutio sic incipit: Nubem sagittarum contra te) 16—18 vgl. S. 115, 22—24) [*](1 σαυτοῦ δὲ aus σοῦ τοῦδε Vcorr 3 ἀλλὰ] ἀλλ᾿ ἢ M V corr 4 ἐμψύχων M 12 [καὶ] *, <Conc. Nymph. 13 οὐ<δένα> *, <Conc. Nymph. 14 τουτέστιν et Conc. Nymph. 20 συνανέπεσον, συν vorn angeflickt V corr 21 ἑτέραν καὶ ἑτέραν, ν beidemale angeflickt u. hinter zweitem ἑτέραν Rasur v. 6—7 Buchst. V corr; lies vielleicht ἑτέρᾳ καὶ ἑτέρᾳ ληπτέαν * 26 [γινόμενον]? * 27 ὑποδεκνύο///ν, o aus ω V corr 28 <ὅτι>*)

150
εἰς χριστόν«. εἰ δὲ παιδαγωγὸς ὁ νόμος εἰς χριστόν, οὐκ ἀλλότριος χριστοῦ ὁ νόμος.

Σχόλιον ξݲγݲ. Παρέκοψε τό »λέγω γὰρ ὑμῖν, οὐ μὴ φάφω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ«. |

Ἔλεγχος ξݲγݲ. Τοῦτο περιεῖλεν καὶ ἐρρᾳδιούργησεν, ἵνα δῆθεν μὴ [*](a) ποιήσῃ ἐν βασιλείᾳ τοῦ θεοῦ βρωτὰ ἢ ποτά· οὐκ εἰδὼς ὁ κτηνώδης ὅτι ἀντιμίμημα τῶν ἐπιγείων δύναται εἶναι πνευματικὰ καὶ ἐπουράνια, μεταλαμβανόμενα ὡς ἡμεῖς οὐκ οἴδαμεν· μαρτυρεῖ γὰρ πάλιν Ὁ σωτὴρ [*](b) καὶ λέγει ὅτι »καθήσεσθε ἐπὶ τῆς τραπέζης μου, ἐσθίοντες καὶ πίνοντες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«. ἢ παρέκοψε πάλιν ταῦτα, ἵνα [*](e) δῆθεν ποιήσῃ τὰ ἐν τῷ νόμῳ μὴ ἔχοντα τόπον ἐν τῇ βασιλείᾳ τῶν οὐπανῶν. πόθεν οὖν Ἠλίας καὶ Μωυσῆς ὤφθησαν μετ᾿ αὐτοῦ ἐν τῷ ὄρει ἐν δόξῃ; ἀλλ᾿ οὐδὲν δυνήσεταί τις πρὸς τὴν ἀλήθειαν.

Σχόλιον ξݲδݲ. Παρέκοψε τό »ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;« καὶ τὰ ἑξῆς διὰ τό »καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη«.

Ἔλεγχος ξݲδݲ. Κἂν παρακόψῃς τὰ ῥήματα, ἀπὸ τοῦ ἔργου φαίνονται αὐτῶν οἱ τόποι, προάγοντος τοῦ νόμου καὶ προκηρυττόντων τῶν προφητῶν καὶ κυρίου πληροῦντος.

Σχόλιον ξݲεݲ. »Ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο«.

Ἔλεγχος ξݲεݲ. Θεὶς τὰ γόνατα ὁρατῶς ἔθηκε καὶ αἰσθητῶς ἐπετέλεσεν. [*](a) εἰ δὲ αἰσθητῶς, κατὰ τὸ εἶδος * τὸ ἔργον ἐποίησε τῆς γονυκλισίας· οὐκ ἄρα ἄνευ σαρκὸς ἐνεδήμησεν ὁ μονογενής. αὐτῷ γὰρ [*](b) »κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων«, ἐπουρανίων πνευματικῶς, ἐπιγείων αἰσθητῶς, καταχθονίων τῷ ἰδίῳ εἴδει. ὧδε δὲ τὰ πάντα ἐν ἀληθείᾳ ἐπετέλει, ὁρώμενος καὶ ὑπὸ ἁφὴν τοῖς μαθηταῖς εὑρισκόμενος καὶ μὴ φαντάζων. ὧδε δὲ τὰ πάντα ἐν ἀληθείᾳ ἐπετέλει, ὁρώμενος καὶ ὑπὸ ἁφὴν τοῖς μαθηταῖς εὑρισκόμενος καὶ μὴ φαντάζων.

Σχόλιον ξݲζݲ. »Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδασ καὶ εἶπεν«.

[*](3 Luk. 22, 16 — 9 Agraphon vgl. Matth. 19, 28 Luk. 22, 30 — 13 vgl.II Kor. 13, 8 — 14 Luk. 22. 35. 37 — 20 Luk. 22, 41 — 25 Phil. 2, 10 — 29 Luk. 22, 47f)[*](V M 3f vgl. S. 115, 25f 14—16 vgl. S. 116, 1—3 20f vgl. S. 116, 4f 29 vgl. S. 116, 6)[*](3 γὰρ S. 115, 25] <VM 4ἂν <S. 115, 26 5 ἐρραδιούργησεν, ρ oben drüber V corr 7 ἀντιμίμημα, ἀντι vorn zugesetzt V corr 9 καθίσεσθε V M 23 εἰ δὲ] ἡ δὲ M | * <ἀνθρώπινον>* 26 πνευματικῶς *]πνευματικῶν V M αἰσθητῶς *] αἰσθητῶν V M 28 φαντάζων Corn.] φαντάζου V M 29 Ἰούδας <S. 116, 6)
151

Ἔλεγχος ξݲζ.ݲ Ἤγγισε σαρκὶ ὄντι δεσπότῃ καὶ θεῷ σῶμα λαβόντι, καταφιλῆσαι ἀληθινὰ χείλη καὶ οὐ δοκήσει ὄντα καὶ φαντάζοντα.

Σχόλιον ξݲζ.ݲ Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. |

Ἔλεγχος ξݲζ.ݲ Δοκῶν εἰς τιμὴν Πέτρου ὁἀπατεὼν κρύπτειν τὸ [*](a) ἐν ἀληθείᾳ γενόμενον τῆς δοξολογίας τοῦ σωτῆρος τὸ ῥητὸν τεμών, ἀπέκρυψεν. ἀλλὰ οὐδὲν ὠφελήσει· κἄν τε γὰρ αὐτὸς ἀποκόψῃ, ἡμεῖς [*](b) οἴδαμεν τὰ θεοσήμεια. μετὰ γὰρ τὸ ἀποκόψαι τὸ ὠτίον ὁ κύριος πάλιν λαβὼν ἰάσατο, ἵνα ἀποδειχθῇ ὅτι θεός ἐστι καὶ θεοῦ ἔργον ἐπετέλεσεν.

Σχόλιον ξݲ.ηݲ »Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον, τίς ἐστιν ὁπαίσας σε;«

Ἔλεγχος ξݲη.ݲ ὅτι τὸ συνέχοντες καὶ τὸ ἐνέπαιζον καὶ τὸ δεῖραι καὶ τὸ τύψαι καὶ τὸ προφήτευσον τίς ἐστιν ὁ παίσας σε, τοῦτο οὐ δόκησις ἦν, ἀλλὰ ἁφῆς ἐστι σωματικῆς καὶ ἐνσάρκου ὑποστάσεως δηλωτικόν, καὶ παντί τῳ δῆλόν ἐστι, κἄν τε σὺ τυφλωθείς, Μαρκίων, μὴ θέλοις ὁμολογεῖν τὴν ἐναργῆ θεοῦ ἀλήθειαν.

Σχόλιον ξݲθ.ݲ Προσέθετο μετὰ τό »τοῦτον ηὕραμεν διαστρέφοντα τὸ ἔθνος« »καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας«.

Ἔλεγχος ξݲθ.ݲ Πόθεν οὐ φωραθήσῃ, πόθεν οὐκ ἐλεγχθήσῃ διαστρέφων [*](a) τὴν ὁδὸν κυρίου; ὅταν γὰρ ἐνταῦθα προσθείης τὸ μὴ γεγραμμένον, συκοφαντῶν σεαυτὸν — οὐ γὰρ ἂν εἴποιμι τὸν κύριον—<καὶ> λέγων ὅτι τοῦτον ηὕραμεν καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας, τὸ ἀντίζυγον τούτου ἐλέγζει σε, ὦ ματαιόπονε, αὐτοῦ τοῦ σωτῆρος λέγοντος »οὐκ ἦλθον καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι«. οὐ δύναται τοίνυν ὁ αὐτὸς <ὁ> λέγων »οὐκ ἦλθον [*](b) καταλῦσαι« διὰ τὸ καταλύειν κατηγορεῖσθαι. οὐ γὰρ εἶχεν οὕτως τὸ ῥητόν, ἀλλά· »ηὕρομεν τοῦτον διαστρέφοντα τὸν λαόν, λέγοντα ἑαυτὸν χριστὸν βασιλέα«.

[*](3 Luk. 22, 50 — 11 Luk. 22, 63f — 18 Luk. 23, 2 — 20f vgl. Act. 13, 10 — 25 Matth. 5, 17)[*](V M 3f vgl. S. 116, 7f 11f vgl. S. 116, 9f 18f vgl. S. 116, 11f 3 ὅ] τὸ S. 116, 7 | ἀφεῖλε M 4 τοῦ δούλου τοῦ ἀρχιερέως <S. 116, 8 12 καὶ<S. 116, 9 15 vor σωματικῆς + καὶ V 15f δηλοτικὸν M 16 καὶ getilgt V corr | τυφθεὶς M 18 τό *] τοῦτο V M ebenso S. 116, 11 22 <καὶ> * 26 <ὁ>*)
152

Σχόλιον ο.ݲ Προσθήκη μετὰ τό »κελεύοντα φόρους μὴ δοῦναι« »καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα«.

Ἔλεγχος ο.ݲ Τίς αὑτῷ κρημνὸν περιποιεῖ, πληρῶν τὸ γεγραμμένον, [*](a) τό· »ὁ ἑαυτῷ πονηρὸς τίνι ἀγαθὸς ἔσται;« πάσης γὰρ τόλυης καὶ πονηρίας ὑπόδειγμά ἐστι καὶ κινδυνώδους ὁδοιπορίας τὸ τὰ μὲν γεγραμμένα παρακόπτειν, ἃ δὲ μὴ γέγραπται προστιθέναι, μάλιστα ἐν εὐαγγελίῳ ἀκαταλύτῳ ὄντι εἰς τοὺς αἰῶνας. καὶ αὐτὰ δὲ τὰ τῆς προσθήκης οὔτε τόπον ἔχει οὔτε αἴνιγμα. οὐ γὰρ ἀπέστρεψε ν Ἰησοῦς γυναῖκας ἢ τέκνα· αὐτὸς γὰρ ἔφη »τίμα τὸν πατέρα καὶ τὴν μητέρα« καί »ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζώτω«. ἀλλὰ κἂν εἴπῃ [*](c) »ἐὰν μή τις καταλείψῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ τὰ ἑξῆς, οὐκ ἔστι μου μαθητής«, οὐχ ἵνα μισῶμεν πατέρας, ἀλλ᾿ ἵνα μὴ ὑπαγώμεθα πατέρων καὶ μητέρων ἐπιταγῇ * ἑτέρας πίστεως ἢ τρόπῳ παρὰ τὴν τοῦ σωτῆρος διδασκαλίαν.

Σχόλιον οݲα.ݲ »Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος«.

Ἔλεγχος οݲαݲ Δόξα τῷ ἐλεήμονι θεῷ, τῷ συνδήσαντί σου τὰ [*](a) ἅρματα, ὦ Φαραὼ Μαρκίων, καὶ βουλομένου σου ἀποδρᾶσαι καταποντώσαντι αὐτὰ ἐν τῇ θαλάσσῃ. προφασιζόμενος γὰρ τὰ πάντα οὐχ ἕξεις ἐνταῦθα οὐδεμίαν πρόφασιν. ὁ γὰρ μὴ σάρακα ἔχων οὔτε σταυρωθῆναι δύναται. πῶς οὐκ ἔφυγες τὸ μέγα τοῦτο ῥητόν; πῶς οὐκ [*](b) ἐπεχείρησας χρύψαι τὴν μεγάλην ταύτην πραγματείαν, τὴν λύσασάν σου πᾶσαν τὴν ἐξ ἀρχῆς μεμηχανημένην κακοτροπίαν; εἰ γὰρ ὅλως [*](c) ἐσταυρώθη, πῶς οὐ βλέπεις τὸν ἐσταυρωμένον ἁφὴν ἔχοντα καὶ ἥλοις τὰς χεῖρας πηγνύμενον καὶ πόδας; οὐκ ἂν δὲ ἠδύνατο δόκησις τοῦτο εἶναι ἢ φάντασμα, ὡς σὺ λέγεις, ἀλλὰ σῶμα ἀληθῶς, ὃ ἐκ Μαρίας εἴληφεν ὁ κύριος (σάρκα φύσει τὴν ἡμετέραν καὶ ὀστέα καὶ τὰ ἄλλα), ἐπειδὴ ὁμολογεῖται καὶ παρὰ σοὶ σταυρῷ προσπαγεὶς ὁ κύριος.

[*](1 Luk. 23,2 — 4 Sir. 14,5 — 9 Matth. 15,4 — 10 Matth. 19,6 — 11 Luk. 14, 26 — 15 Luk. 23, 33a. 34b. 44 — 18f vgl. Ex. (14, 25) 15, 4f)[*](V M 1f vgl. S. 116, 13f 15—17 vgl. S. 116, 15f)[*](1 μετὰ S. 116, 13] <V M 2 καὶ 1 S. 116, 13] τὸ auf Rasur V corr 4 ὁ oben drüber V corr 13 ἐπιταγῇ Dind. Öh.] ἐπιταγὴν VM | * etwa <εἰς τὸ ἀκολουθεῖν διδαχῇ>* 16 αὐτοῦ <S. 116, 16 19f καταποντώσαντι *]κατεπόντωσεν V M 24 τὴν<M 26 ἥλους M)
153

Σχόλιον οβ. Παρέκοψε τό "σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ".

Ἔλεγχος οβ. Καλῶς τοῦτο καὶ ἁρμοδίως παρέκοψας, ὦ Μαρκίων· ἀπῆρες γὰρ ἀπὸ σεαυτοῦ τὴν εἴσοδον τοῦ παραδείσου. οὔτε γὰρ σὺ εἰσελεύσῃ οὔτε τοὺς σὺν σοὶ ἐάσεις. φύσει γὰρ τῷ ὄντι μισοῦσι τὸ ἀγαθὸν οἱ πλανῶντες καὶ πεπλανημένοι.

Σχόλιον ογ. "Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν".

Ἔλεγχος ογ. Εἰ ἐξέπνευσεν, ὦ Μαρκίων, καὶ φωνὴν μεγάλην ἀπέδωκεν, πόθεν ἐξέπνεεν ἢ τί τὸ ἐκπνέον; δῆλον δέ ἐστι, κἂν σὺ μὴ λέγῃς· ψυχὴ σὺν τῇ θεότητι ἀπὸ σώματος ἐκπορευθεῖσα, τοῦ σώματος ἄπνου μείναντος, ὡς ἔχει ἡ ἀλήθεια.

Σχόλιον οδ. "Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ καθελὼν τὸ σῶμαἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ".

Ἔλεγχος οδ. Εἰ τὸ καθελὼν καὶ ἐντυλίξας καὶ τὸ θεῖναι ἐν μνήματι λαξευτῷ οὐ πείθει σέ, ὦ Μαρκίων, τίς σου ἠλιθιώτερος; τί δὲ ἄλλο σαφέστερον ἡ γραφὴ εἶχεν δεῖξαι, ὁπότε καὶ τὸ μνῆμα καὶ τὸν τόπον καὶ τὸ εἶδος ἔδειξε καὶ τοῦ σώματος τὴν θέσιν τὴν τριήμερον καὶ τὸ εἴλημα τῆς σινδόνος, ἵνα δείξῃ τὴν πᾶσαν ἀλήθειαν;

Σχόλιον οε. "Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ τὸν νόμον".

Ἔλεγχος οε. Πόθεν ὑπέστρεψαν αἱ γυναῖκες; διὰ τί δὲ καὶ τὸ ἡσύχασαν γέγραπται, ἀλλ᾽ ἵνα δείξῃ ἡ γραφὴ τὴν αὐτῶν μαρτυρίαν, ἐλέγχουσάν σου τὴν ἄνοιαν, ὦ Μαρκίων; ἰδοὺ γὰρ καὶ γυναῖκες μαρτυροῦσι καὶ ἀπόστολοι καὶ Ἰουδαῖοι καὶ ἄγγελοι καὶ Ἰωσήφ, ὁ ψηλαφητὸν ὄντως σῶμα καθελὼν καὶ ἐνειλήσας. τίς δὲ κοσμήσει τὸν αὐτοκατακρίτως ἑαυτὸν διαστρέφοντα ὡς ἔστι γεγραμμένον.

Σχόλιον ος. "Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ᾽ ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι".

154

Ἔλεγχος οݲϛݲ. Οὐδὲ οὗτοί σε πείθουσιν οἱ ἅγιοι ἄγγελοι, ὦ Μαρκίων, [*](a) ὁμολογοῦντες μὲν αὐτὸν τὸ τριήμερον μεταξὺ νεκρῶν γεγενῆσθαι, ζῶντα δὲ λοιπὸν καὶ οὐκέτι νεκρόν, ἀεὶ μὲν ζωντα ἐν τῇ θεότητι καὶ μηδ᾿ ὅλως νεκρωθέντα, νεκρωθέντα δὲ κατὰ σύρκα τὸ τριήμερον και πάλιν ζῶντα. λέγουσι γὰρ αὐταῖς· »ἀνέστη, οὐκ ἔστιν [*](b) ὧδε«. τὸ δὲ ἀνέστη τί ἐστιν, εἰ μὴ ὅτι καὶ ἐκοιμήθη; σαφέστερον γὰρ αὐτὸ διηγοῦνται· »μνήσθητε γάρ, φηςίν, ὅτι ἔτι περιὼν ταῦτα ἔλεγεν ὑμῖν, ὅτι δεῖ παθεῖν τὸν υἱὸν τοῦν ἀνθρώπου«.

Σχόλιον οݲζݲ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήνητσεν αὐτοῖς, τό »ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει αθεῖν;« καὶ ἀντὶ δὲ τοῦ »ἐφ᾿ εἷς ἐλάλησαν οἱ προφῆται« ἐποίησεν »ἐπ᾿ οἷς [*](P349) ἐλάλησα ὑμῖν«. ἐλέγκχεται δὲ ὅτι »ὅτε ἔκλασε τὸ ἄρτον, ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν«.

Ἔλεγχος οݲζݲ. Πόθν ἡ κλάσις τοῦ ἄτρου ἐγένετο; λέγε, ὦ Μαρκίων. [*](a) ἀπὸ φανταςίας ἢ ἀπὸ σώματος ἐνεργοῦντος ὀγκηροῦ κατὰ ἀλήθειαν; ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἐν αὐτῷ ἁγίῳ σώματι ἀνέστη ἐν ἀληθεία. ἐποίησας δέ. ὦ Μαρκίων, ἀντὶ τοῦ »οὐ ταῦτά [*](b) ἐστιν ἃ ἐλάλησαν οἱ προφῆται;« »οὐ ταῦτά ἐστιν ἃ ἐλάλησα ὑμῖν;« εἰ δὲ εἶπεν αὐτοῖς »ἐλάλησα ὑμῖν«, πάντῃ ἐγίνωσκον αὐτὸν ἂν ἀπὸ τοῦ λόγου τοῦ »ἐλάλησα ὑμῖν«. πῶς οὖν ἐν τῇ κλάσει τοῦ ἄρτου λέγει »ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἄφαντος ἐγένετο«; ἔπρεπεν γὰρ αὐτῷ θεῷ ὄντι καὶ μεταβάλλοντι αὐτοῦ τὸ [*](d) σῶμα εἰς πνευματικὸν δεικνύναι μὲν αὐτὸ σῶμα κἀληθινόν, ἀφαντοῦσθαι δὲ ὅτε ἐβούλετο, ὅτι πάντα αὐτῷ δυνατά. καὶ γὰρ καὶ Ἐλισσαῖος, [*](e) προφήτης ὢν και ἐκ θεοῦ λαβὼν τὴν χάριν, ᾔτησε παρὰ θεοῦ [*](5 Luk. 24, 6 – 9 Luk. 24, 25. 31–25 vgl. Matth. 19, 26–25 f vgl. II Kön. 6,18) [*](V M 9–14 vgl. S. 117, 4–9 15–17 Anastasius Sinaita Hodegos c. 13; Migne 89, 212 A 15–18 Laterankonzil von 649 Mansi XI 1105 A (= Conc.); Lemma: Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου ἐκ τοῦ κατὰ Μαρκίωνος ἐλέγκου κεφαλαίου οݲζ) [*](2 τὸ ///, ν wegradiert V corr 12 δὲ S. 117, 6] VM | ἐποίησεν S. 117, 7 13 ἠνεώχθησαν S. 117, 8 14 αὐτῶν S. 117, 8 | αὐτὸν S. 117, 9 15 vor πάθεν (bez. πῶς) + εἰπὲ Μαρκίων, dafür Z. 15 f λέγε ὦ Μαρκίων Anast. Sin. | πόθεν] quomodo πῶς Conc. Anast. Sin. | perficitur γίνεται Conc. γέγονεν Αnast. Sin. | λέγε Conc. 16 per phantasiam κατὰ φανταςίαν Conc. ἐν φανταςίᾳ Anast. Sin. | ἀπὸ 2 Conc. Anast. Sin. 16 f secundum veritatem ἀληθείᾳ Conc. 20 πάντι Μ)

155
τοὺς αὐτὸν ζητοῦντας παταχθῆναι ἀοραςίᾳ, καὶ ἐπατάχθησαν καὶ οὐκ ἔβλεπον αὐτὸν τοιοῦτον ὄντα οἷος ἦν. ἀλλὰ καὶ ἐν Σοδόμοις [*](f) τὴν θύραν τοῦ Λὼτ ἀπέκρυψαν οἱ ἄγγελοι καὶ οὐκ ἔβλεπον αὐτὴν οἱ Σοδομῖται. μὴ καὶ ἡ θύρα τοῦ Λὼτ δόκησις ἦν, ὦ Μαρκίων; οὐχ ὑπολείπεται δέ σοι ἀντιλογία οὐδεμία. ἔκλασε γὰρ τὸν ἄρτον σαφῶς καὶ διέδωκε τοῖς αὐτοῦ μαθηταῖς.

Σχόλιον οݲηݲ. »Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστᾶ οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα«.

Ἔλεγχος οݲηݲ. Τίς οὐκ ἂν καταγελάσῃ τοῦ λήρου, ἐν ἀφροςύνῃ [*](a) ἑαυτὸν καὶ ἑτέρων ψυχὰς καταστσπάσαντος εἰς Ἅιδην; εἰ μὲν γὰρ οὐχ ὡμολόγητο παρ᾿ αὐτοῦ ταῦτα, πιθανὴν ἦν αὐτοῦ ἡ πλάνη καὶ συγγνώμην εἶχον οἱ ὑπ᾿ αὐτοῦ ἠπατημένοι· νὺν δὲ ἐπειδὴ ἐκεῖνος ὡμολόγησε [*](b) καὶ οὐ περιῆρε τὰ ῥητὰ ταῦτα, ἀναγινώσκουσι δὲ αὐτὰ καὶ οἱ αὐτοῦ, ἡ ἁμαρτία αὐιτοῦ καὶ αὐτῶν μένει, καὶ ἀπαραίτητον τὸ αὐτοῦ καὶ τὸ αὐτῶν πῦρ ἀναπολογήτοις οὖσι, σαφῶς τοῦσ σωτῆρος διδάξαντος ὅτι καὶ μετὰ ἀνάστασιν ὀστᾶ καὶ σάρκα ἔχει, ὡς αὐτὸς ἐμαρτύρησε λέγων »ὡς ἐμὲ ὁρὰτε ἔχοντα«.