Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Παραθήσομαι δὲ καὶ ἣν ἐποιησάμην κατ᾿ αὐτοῦ πραγματείαν πρὶν τοῦ ταύτην μου τὴν σύνταξιν ἐσπουδακέναι διὰ τῆς ὑμῶν τῶν ἀδελφῶν προτροπῆς ποιήσασθαι.

ἀπὸ ἐτῶν ἱκανῶν, ἀνερευνῶν τὴν τούτου τοῦ Μαρκίωνος ἐπινενοημένην ψευδηγορίαν καὶ ληρώδη διδασκαλίαν, αὐτὰς δὴ τὰς τοῦ προειρημένου βίβλους ἃς † κέκτηται μετὰ χεῖρας λαβών, τό τε παρ᾿ αὐτῷ λεγόμενον εὐαγγέλιον καὶ <τὸ> ἀποστολικὸν καλούμενον παρ᾿ αὐτῷ ἐξανθισάμενος καὶ ἀναλεξάμενος καθ᾿ εἱρμὸν ἀπὸ τῶν προειρημένων δύο βιβλίων τὰ ἐλέγξαι αὐτὸν δυνάμενα, ἐδάφιόν τι συντάξεως ἐποιησάμην, ἀκολούθως τάξας κεφάλαια καὶ ἐπιγράψας ἑκάστῃ ῥήσει αݲ βݲ γݲ.

καὶ οὕτως ἕως τέλους διεξῆλθον, ἐν οἷς φαίνεται ἠλιθίως καθ᾿ ἑαυτοῦ ἔτι ταύτας τὰς παραμεινάσας τοῦ τε σωτῆρος καὶ τοῦ ἀποστόλου λέξεις φυλάττων.

αἱ μὲν γὰρ αὐτῶν παρηλλαγμένως ὑπ᾿ αὐτοῦ ἐρρᾳδιουργήθησαν καὶ ὡς οὐκ εἶχεν τοῦ κατὰ Λουκᾶν εὐαγγελίου τὸ ἀντίγραφον οὔτε ἡ τοῦ ἀποστολικοῦ χαρακτῆρος ἔμφασις·

ἄλλα δὲ φύσει ὡς ἔχει καὶ τὸ εὐαγγέλιον καὶ ὁ ἀπόστολος, μὴ ἀλλαγέντα ὑπ᾿ αὐτοῦ, δυνάμενα δὲ αὐτὸν διελέγχειν, δι᾿ ὧν δείκνυται <ἡ> παλαιὰ διαθήκη συμφωνοῦσα πρὸς τὴν νέαν καὶ ἡ καινὴ πρὸς τὴν παλαιὰν διαθήκην·

ἄλλαι δὲ πάλιν λέξεις τῶν αὐτὼν βιβλίων ὑποφαίνουσαι Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ ἐν ἡμῖν τελείως ἐνηνθρωπηκέναι·

ἀλλὰ καὶ ἄλλαι πάλιν ὁμολογοῦσαι τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸν θεὸν ἕνα ὄντα κύριον πάντων [*](6 ff vgl. Zahn, Gesch. d. neutest. Kan. II 2, 409 ff (doch übertreibt Zahn eine richtige Beobachtung, wenn er behauptet, daß Epiph. bei der erneuten Vorführung der Texte in der refutatio S. 125, 1 ff seine früheren Aufzeichnungen selbst vielfach mißverstanden und sogar den Text seiner Scholien schlechter wiedergegeben hätte. Die Fälle, in denen Epiph. sich selbst mißversteht, sind ganz vereinzelt und die Abweichungen zwischen dem ersten u. zweiten Text erklären sich überall einfach als Abschreiberfehler)) [*](V M) [*](8 ἐτῶν + <γὰρ>?* 10 τοῦ προειρημένου] προειρημένας Zahn | † κέκτηται] lies wohl περικέκοπται Jül. 11 αὐτῷ Corn.] αὐτῶν V M | <τὸ>* 15 αݲ βݲ γݲ *] πρώτην δευτέραν τρίτην V M 16 ἔτι Corn.] ἐπὶ V M 18 παρηλλαγμένως + ὡς M ἐρὰδιουργήθησαν, ρ drüber V corr | εἶχεν] lies ἔχει?* 19 τοῦ1 Corn.] τὸ V M 21 ὑπ᾿ αὐτοῦ + <παρελείφθη>?* 22 <ἡ> * 24 ὑποφαίνουσαι *] ὑποφαίνουσι V M)

107
παντοκράτορα, αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς γενομένων, καὶ οὔτε παραχαράσσουσαι τοῦ εὐαγγελίου τὴν κλῆσιν οὔτε μὴν ἀρνούμεναι τὸν ποιητὴν καὶ δημιουργὸν τῶν πάντων, ἀλλὰ δηλοῦσαι τὸν σαφῶς ὡμολογημένον ὑπὸ τοῦ χαρακτῆρος τοῦ ἀποστολικοῦ καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος.

καὶ ἔστιν τὰ ἡμῖν πεπραγματευμένα ἐν ὑποκειμένοις παρατιθέμενα, ἅτινά ἐστι τάδε·

  • Προοίμιον τῆς περὶ τῶν Μαρκίωνος βιβλίων ὑποθέσεώς τε καὶ ἐλέγχου.