Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πόθεν δὲ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ † προανεφώνει λέγων »εἰ Μωυσῇ ἐπιστεύετε, καὶ ἐμοὶ ἂν ἐπιστεύετε. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε«.

καὶ πολλά μοι ἔστι περὶ μαρτυριῶν λέγειν, καθὼς συναγείρας σχολὴν ἐαυτῷ ἐποίησεν ὁ ἐπὶ συγκυρήματι πονηρῷ τῷ κόσμῳ ἐπιβλαστήσας καὶ πλανήσας τοὺς ὑπ᾿ αὐτοῦ πεπλανημένους.

παρελεύσομαι δὲ καὶ ταύτην, ὡσεὶ βέμβικος καὶ πεμφρηδόνος τῶν ὀδυνοποιῶν ἐκ πετεινῶν κνωδάλων ὁρμωμένων ὑπὸ μίαν θῆξιν ἐκπετασθέντων τὴν ἀνάλωσιν ποιησάμενος διὰ τῆς τοῦ θεοῦ ἐναργεστάτης πίστεώς τε καὶ σωτηριώδους διδασκαλίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος »βλέπετε μὴ πλανηθῆτε·

πολλοὶ γὰρ ἐλεύσονται ψευδοπροφῆται« καὶ τοῦ ἀποστόλου <τοῦ> περὶ τῶν αὐτῶν καὶ ψευδοδιδασκάλων καὶ ψευδαδέλφων φήσαντος καὶ ἡμᾶς ἀσφαλισμένου· ἐπὶ τὰς ἑξῆς <τε> κατὰ τὴν ἀκολουθίαν τῶν ἄλλων ποιήσομαι τὴν ὑφήγησιν.

Μαρκίων, ἀφ᾿ οὗπερ οἱ Μαρκιωνισταί, ἐκ τούτου τοῦ προειρημένου μένου Κέρδωνος τὴν πρόφασιν εἰληφὼς καὶ αὐτὸς μέγας ὄφις προῆλθεν τῷ βίῳ, πολὺ δὲ πλῆθος ἐξαπατήσας ἔτι εἰς δεῦρο εἰς πολλοὺς [*](5 Agraphon, vgl. Resch, Agrapha2 S. 207 — 7 Joh. 5, 40 — 16 Luk. 21 (Matth. 24, 24) — 17 vgl. (Matth. 24, 24) II Kor. 11, 20 Gal. 2, 4 u. die Pastoralbriefe — 22—S. 94, 1 vgl. Irenaeus adv. haer. 127, 2; 1216 Harvey διαδεξάμενος δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον; die Anknüpfung an Cerdon außerdem adv. haer. III 4, 3; II 17 f Harvey Hippolyt refut. X 19 Tertullian adv. Marc. I 2. 22 IV 17 Ps. Tertullian adv. omn. haer. 6 Filastrius haer. 45, 1; S. 23, 18 Marx) [*](V M 3 τετυπομένα V 6f † προανεφώνει] lies wohl ἐξεφώνει * 10 συγκυρήματι] συγκρίματι M 12 βέμβικος aus etwas anderem hergestellt Vcorr | ὀ///δυνοποιῶν, 2 Buchstaben hinter ὁ ausradiert Veorr 13 πετηνῶν, η statt ει Vcorr | θίξιν M 14 ἐναργεστάτης *] ἐνεργεστάτης VM 17 <τοῦ> * 19 άσφαλισαμένου, ου aus ων Vcorr | <τε> * 20 Unterschrift κατὰ Κερδωνιανῶν 21 Überschrift κατὰ Μαρκιωνιστῶν εἰκοστὴ δευτέρα, ἡ καὶ μݲβݲ VM)

94
τρόποις προεστήσατο διδασκαλεῖον.

ἡ δὲ αἵρεσις ἔτι καὶ νῦν ἔν τε Ρώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ, ἐν Αἰγύπτῳ τε καὶ ἐν Παλαιστίνῃ, ἐν Ἀραβίᾳ τε καὶ ἐν τῇ Συρίᾳ, ἐν Κύπρῳ τε καὶ Θηβαΐδι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Περσίδι καὶ ἐν ἄλλοις τόποις εὑρίσκεται. μεγάλως γὰρ ὁ πονηρὸς ἐν αὐτῷ κατίσχυσε τὴν ἀπάτην.

Οὗτος τὸ γένος Ποντικὸς ὑπῆρχεν, Ἑλενοπόντου δὲ φημι, Σινώπης δὲ πόλεως, ὡς πολὺς περὶ αὐτοῦ ᾄδεται λόγος.

τὸν δὲ πρῶτον αὐτοῦ βίον παρθενίαν δῆθεν ἤσκει· μονάζων γὰρ ὑπῆρχεν καὶ ἐπισκόπου τῆς ἡμετέρας ἁγίας καθολικῆς ἐκκλησίας. χρόνου δὲ προϊόντος προσφθείρεται παθένῳ τινὶ καὶ ἐξαπατήσας τὴν παρθένον ἀπὸ τῆς ἐλπίδος αὐτήν τε καὶ ἑαυτὸν κατέσπασε καὶ τὴν φθορὰν ἀπεργασάμενος ἐξεοῦται τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου πατρός.

ἡν γὰρ αὐτοῦ ὁ πατὴρ δι᾿ ὑπερβολὴν εὐλαβείας τῶν διαφανῶν καὶ σφόδρα τὰ] τῆς ἐκκλησίας ἐπιμελομένων, διαπρέπων ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ.

πολλὰ δὲ δῆθεν ὁ Μαρκίων καθικετεύσας καὶ αἰτήσας μετάνοιαν οὐκ εἴληφε παρὰ τοῦ ἰδίου πατρός. πόνος γὰρ εἶχε τὸν ἀξιόλογον γέροντα καὶ ἐπίσκοπον, ὅτι οὐ μόνον ἐξέπεσεν ἀλλ᾿ ὅτι καὶ αὐτῷ τὸ αἶσχος ἔφερεν.