Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Οὗτος τοίνυν ὁ Κέρδων ἐν χρόνοις Ὑγίνου γέγονεν ἐπισκόπου, τοῦ ἔνατον κλῆρον ἄγοντος ἀπὸ τῆς τῶν περὶ Ἰάκωβον καὶ Πέτρον καὶ Παῦλον ἀποστόλων διαδοχῆς. τὸ δὲ κήρυγμα αὐτοῦ τῆς τῶν προειρημένων αἱρεσιαρχῶν φλυαρίας μετέχον τὸ αὐτὸ μὲν εἶναι δοκεῖ, παρήλλακται δὲ παρ᾿ αὐτῷ τοῦτον ἔχον τὸν τρόπον·

Δύο καὶ οὑτος ἀρχὰς κεκήρυχεν τῷ βίῳ καὶ δύο δῆθεν θεούς, ἕνα ἀγαθὸν καὶ [ἕνα] ἄγνωστον τοῖς ἅπασιν, ὃν καὶ πατέρα τοῦ Ἰησοῦ κέκληκεν, καὶ ἕνα τὸν Δημιουργόν, πονηρὸν ὄντα καὶ γνωστόν, λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν] τοῖς προφήταις φανέντα καὶ ὁρατὸν πολλάκις γενόμενον.

μὴ εἶναι δὲ τὸν Χριστὸν γεγεννημένον ἐκ Μαρίας μηδὲ ἐν σαρκὶ πεφηνέναι, ἀλλὰ δοκήσει ὄντα καὶ δοκήσει πεφηνότα, δοκήσει δὲ τὰ ὅλα πεποιηκότα. καὶ αὐτὸς δὲ σαρκὸς ἀνάστασιν ἀπωθεῖται, παλαιὰν δὲ ἀπαγορεύει διαθήκην τήν τε] διὰ Μωυσέως καὶ τῶν προφητῶν, ὡς ἀλλοτρίαν οὐσαν θεοῦ.

ἐληλυθέναι δὲ τὸν [*](1—3 vgl. Irenaeus adv. haer. I 27,1; I 1214f Harvey Κέρδων δέ τις ἐν τῇ Ῥώμῃ ἐπὶ Ὑγίνου ἔνατον κλῆρον τῆς ἐπισκοπικῆς διαδοχῆς ἀπὸ τῶν ἀποστόλων ἔχοντος, dazu III 4,3; II 17 Harvey Κέρδων δὲ ὁ πρὸ Μαρκίωνος καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος (octauus lat.) ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθών — zu ἔνατος vgl. haer. 42, 1, 7 u. 2, 3 u. refut. 24 — 6—10 vgl. Irenaeus I 27, 1; I 215 Harvey (mit unbedeutenden Abweichungen = Hippolyt refut. VII 37, 1; S. 223, 13f Wendland) ἐδίδαξε τὸν ὑπὸ τοῦ νόμου καὶ προφητῶν κεκηρυγμένον θεὸν μὴ εἶναι πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τὸν μὲν γὰρ γνωρίζεσθαι, τὸν δὲ ἀγνῶτα εἶναι καὶ τὸν μὲν δίκαιον, τὸν δὲ ἀγαθὸν ὑπάρχειν Ps. Tertullian adv. omn. haer. 6 hic introducit initia duo, id est duos deos, unum bonum et alterum saevum, bonum superiorem, saevum hunc mundi creatorem Filastrius haer. 44, 1; S. 23, 9ff Marx ausus est dicere duo esse principia id est unum deum honum et unum malum et deum quidem bonum bona facere et nialum mala — 10—14 vgl. Ps. Tertullian adv. omn. haer. 6 hie prophetias et legem repudiat, deo creatori renuntiat, superioris dei filium Christum venisse tractat, hune in substantia carnis negat, in phantasmate solo fuisse pronuntiat nee omnino passum, sed quasi passum, nee ex virgine natum, sed omnino nee natum, resurrectionem animac tantummodo probat, corporis negat Filastrius haer. 44, 2; S. 23, 12ff Jesum autem salvatorem non natum adserit de virgine nee apparuisse in carne nee de coelo descendisse, sed putative visum, fuisse hominibus, qui non videbatur inquit vere, sed erat umbra: unde et putabatur quibusdam pati, non tarnen vere patiebatur) [*](V M 3 αὐτοῦ aus αὐτῶν Vcorr 4 τὸ αὐτὸ, τὸ auf Rasur, v an αὐτὸ wegradiert Vcorr 7 [ἕνα] Dind. 9 ἐν] * 11 f πεφηνό///τα, ο aus ω Vcorr 13 [τε] Pet. 14 ἐληλυθέναι wohl aus ἐληλυθότα V corr)

92
Χριστὸν ἀπὸ τῶν ἄνωθεν ἐκ τοῦ ἀγνώστου πατρός, εἰς ἀθέτησιν τῆς τοῦ κοσμοποιοῦ καὶ δημιουργοῦ ἐνταῦθα, φησίν, ἀρχῆς καὶ τυραννίδος, ὤσπερ ἀμέλει καὶ πολλαὶ τῶν αἱρέσεων ἐξεῖπαν.

ὀλίγῳ δὲ τῷ χρόνῳ οὑτος ἐν Ῥώμῃ γενόμενος μεταδέδωκεν αὐτοῦ τὸν ἰὸν Μαρκίωνι· διόπερ τοῦτον ὁ Μαρκίων διεδέξατο.

2. Τῆς δὲ αἱρέσεως ὡσαύτως φωρατῆς οὔσης ἐν συντόμῳ περὶ ταύτης ἡμῖν ἔσται ὁ λόγος. ἀρξόμεθα δὲ πάλιν τῆς κατ᾿ αὐτοῦ ἀνατροπῆς ἀπ᾿ αὐτῶν τῶν παρ᾿ αὐτοῦ λεγομένων.