Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς ὀνομασίαι εἰσὶ δοξολογιῶν ἅπασαι ἑρμηνευόμεναι καὶ οὐχ ὀνόματά ἐστι θετὰ ὡς εἰπεῖν τῇ θεότητι, ἅτινα καὶ ἐνταυθοῖ σπουδασθήσονται ἑρμηνευθέντα κεῖσθαι·

τὸ Ἢλ θεός, τὸ Ἐλωεὶμ θεὸς ἀεί, τὸ Ἠλὶ θεός μου, τὸ Σαδδαῒ ὁ ἱκανός, τὸ Ῥαββωνὶ ὁ κύριος, τὸ Ἰὰ κύριος, τὸ Ἀδωναῒ ὁ ὢν κύριος, τὸ Ἰαβὲ ὃς ἦν καὶ ἔστιν ὁ ἀεὶ ὤν, ὡς ἑρμηνεύει τῷ Μωυσῇ »ὁ ὤν ἀπέσταλκέ με, ἐρεῖς πρὸς αὐτούς«, καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼρ δυνάμεων ἑρμηνεύεται. κύριος οὖν Σαβαὼθ κύριος τῶν δυνάμεων.

πάντῃ γὰρ > πρόσκειται ὅπου τοῦ Σαβαὼθ ὄνομα λέγει ἡ γραφή· ἡ γὰρ > οὐ μόνον ἐκφωνεῖ λέγουσα· εἶπέ μοι Σαβαὼθ ἢ ἐλάλησε Σαβαώθ«, ἀλλὰ εὐθὺς λέγει κύριος Σαβαώθ. οὕτως γὰρ ἡ Ἑβραὶ·ς φάσκει »Ἀδωναῒ Σαβαώθ«, ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων.

6. Καὶ μάτην παρ᾿ αὐτοῖς τε καὶ τοῖς ὁμοίοις κατὰ τὴν τύφλωσιν τῆς διανοίας αὐτῶν τὰ καλῶς εἰρημένα συκοφαντεῖται.

οὔτε γὰρ περὶ διαβόλου τῷ σωτῆρι ἐν τῷ πρὸς Ἰουδαίους λόγῳ εἴρηται, ὡς παντί τῳ σαφὲς εὑρίσκεται τῷ τῇ ἀληθείᾳ ἀκολουθοῦντι, ἀλλὰ διὰ τὸν Ἰούδαν αὐτοῖς ἔλεγε τὸ ῥῆμα.

οὐκ ἦσαν γὰρ τέκνα τοῦ Ἀβραάμ, τοῦ αὐτὸν ὑποδεξαμένου ὑπὸ τὴν δρῦν τῆς Μαμβρῆ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἀλλὰ υἱοὺς ἑαυτοὺς κατεδίκασαν γενέσθαι τῆς τοῦ Ἰούδα προδοσίας, τοῦ ὑπὸ τοῦ κυρίου σατανᾶ καὶ διαβόλου [*](1 Joh. 8, 44 — 5 vgl. haer. 26, 10, 11 ff; I 288, 18ff, — 14f Exod. 3, 14 — 22 Tgl. haer. 38, 4, 9; II 67, 23ff) [*](V M 1 * ὅτι ψεύστης ἦν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν> *, vgl, Ζ. 3 τὸν n. S. 67, 1 5 [τοῦ] * | τινὸς Pet.] τινὲς VM | τὸ *] τὸν VM 7 τοῦ τε 1] τοῦτο M | Ἐλωείμ *, Tgl. Ζ. 12] Ἐλωί V M 9 Ἰαυέ M | nach ὀνομασίαι noch einmal ὡς, durchgestrichen Vcorr 13 Ἰαυὲ M 14 ὁ1 *] καὶ V M 16 vor οὖν + ὁ M | πάντῃ Pet.] παντὶ VM 17 <κύριος> * 17f ἡ γὰρ > 21 μάτην Pet.] μετὰ τὴν VM 24 τω aus τὸ V corr τὸ M 26 τῆς1 *, Tgl. 1 216, 23] τὴν VM | Μαμβρὶ M 28 προδο///σίας, ο aus ω V corr)

87
ὠνομασμένου, ὡς λέγει »οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν ἐστιν διάβολος;«

καὶ τούτου ἕνεκα τὰ τῆς αὐτοῦ κακοτροπίας ὁ κύριος ἑρμηνεύων ἔλεγεν ὅτι »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὡς καὶ ἀλλαχοῦ τὸ εὐαγγέλιον λέγει ὅτι »κλέπτης ἠν καὶ τὸ γλωσσόκομον αὐτὸς ἐβάσταζεν«.

οὗτος οὖν ὁ διάβολος κληθεὶς Ἰούδας πατέρα ἔσχε τὸν Κάϊν, διὰ ψεύδους ἀπατήσαντα τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ καὶ ἀποκτείναντα, ὡς καὶ ἐρωτώμενος ὑπὸ τοῦ κυρίου »ποῦ Ἄβελ ὁ ἀδελφός σου;« ψευδόμενος ἔλεγεν »οὐκ οἶδα«.