Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Φασὶ δὲ οὑτοι, ὡς καὶ ἄνω μοι προδεδήλωται, τὸν διάβολον εἶναι υἱὸν τῆς ἑβδόμης ἐξουσίας τουτέστι τοῦ Σαβαώθ. εἶναι δὲ τὸν Σαβαὼθ θεὸν τῶν Ἰουδαίων, τὸν δὲ διάβολον πονηρὸν αὐτοῦ υἱόν, ὄντα δὲ ἐπὶ τῆς γῆς ἐναντιοῦσθαι τῷ ἰδίῳ πατρί.

καὶ τὸν αὐτοῦ πατέρα μήτε τοιοῦτον εἶναι μήτε πάλιν εἶναι τὸν ἀκατάληπτον θεόν, ὃν Πατέρα φασίν, ἀλλὰ ἀριστερᾶς εἶναι ἐξουσίας.

ἕτερον δὲ πάλιν μῦθον λέλουσιν οἱ τοιοῦτοι, ὅτι, φησίν, ὁ διάβολος ἐλθὼν πρὸς τὴν Εὔαν συνήφθη αὐτῇ ὡς ἀνὴρ γυναικὶ καὶ ἐγέννησεν ἐξ αὐτῆς τόν τε Κάϊν καὶ τὸν Ἄβελ.

διὸ ἐπανέστη ὁ εἷς τῷ ἑνί, διὰ ζῆλον ὃν εἶχον πρὸς ἀλλήλους, οὐχὶ διὰ τό πως εὐηρεστηκέναι τὸν Ἄβελ θεῷ, ὡς ἔχει ἡ ἀλήθεια, ἀλλὰ ἕτερον πλαζόμενοι λόγον λέγουσιν· ἐπειδή, φησίν, ἐρῶντες ἦσαν ἀμφότεροι τῆς ἀδελφῆς τῆς ἰδίας αὐτῶν, τούτου χάριν ἐπανέστη ὁ Κάϊν τῷ Ἄβελ καὶ ἀπέκτεινεν αὐτόν. φύσει γὰρ αὐτούς φασιν ἐκ τοῦ σπέρματος τοῦ διαβόλου ὡς προεῖπον γεγενῆσθαι.

φέρουσι δὲ μαρτυρίας, ὅταν θελήσωσιν ἀπατᾶν τινας, ἀπὸ τῶν θείων βιβλίων, ὡς καὶ ἐν ἄλλῃ μοι αἱρέσει τοῦτο εἴρηται, 〈ὅτι〉 ὁ σωτὴρ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν »ὑμεῖς ἐκ τοῦ Σατανᾶ ἐστε« καὶ »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν«·

ἵνα δῆθεν εἴπωσι <ἐκ> τοῦ διαβόλου εἶναι τὸν Κάϊν, [*](14 vgl. haer. 25, 5, 3; I 273, 5 u. haer. 37, 4, 4; II 56, 5 ff — 29 vgl. haer. 38, 4, 2; II 66, 31ff — 30 Joh. S, 44) [*](V M 6 οὐχ aus οὐκ V corr 7 οὐχ aus οὐκ V corr 12 ἀκατάλη///πτον, μ ausradiert V 21 αὐτῆς *] αὐτοῦ VM 23 πως *] ὡς V Μ 24 Πλαζόμενοι *] πλαζόμενον V M 29 <ὅτι> * 32 <ἐκ> τοῦ διαβόλου *] τὸν διάβολον V M)

86
ἐπειδὴ εἴρηκεν ὅτι ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἦν καὶ *,

ἵνα δείξῃ πατέρα μὲν αὐτοῦ εἶναι τὸν διάβολον, τοῦ δὲ διαβόλου εἶναι πατέρα τὸν ἄρχοντα τὸν ψεύστην, ὃν βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς φασιν αὐτὸν εἶναι τὸν Σαβαὼθ οἱ ἀνόητοι,

νομίζοντες ὄνομα εἶναι τοῦ] θεοῦ τινὸς τὸ Σαβαώθ, ὡς ἤδη καὶ ἐν ταῖς πρότερον αἱρέσεσι διὰ πλάτους ἡμῖν παπραγμάτευται περὶ ἑρμηνείας τοῦ Σαβαὼθ καὶ ἄλλων ὀνομασιῶν, τοῦ τε Ἠλὶ καὶ τοῦ Ἐλωείμ, τοῦ τε Ἢλ καὶ τοῦ Σαδδαῒ τοῦ τε Ἐλλιὼν τοῦ τε Ῥαββωνὶ τοῦ τε Ἰὰ τοῦ τε Ἀδωναῒ τοῦ τε Ἰαβέ,

ὡς ὀνομασίαι εἰσὶ δοξολογιῶν ἅπασαι ἑρμηνευόμεναι καὶ οὐχ ὀνόματά ἐστι θετὰ ὡς εἰπεῖν τῇ θεότητι, ἅτινα καὶ ἐνταυθοῖ σπουδασθήσονται ἑρμηνευθέντα κεῖσθαι·

τὸ Ἢλ θεός, τὸ Ἐλωεὶμ θεὸς ἀεί, τὸ Ἠλὶ θεός μου, τὸ Σαδδαῒ ὁ ἱκανός, τὸ Ῥαββωνὶ ὁ κύριος, τὸ Ἰὰ κύριος, τὸ Ἀδωναῒ ὁ ὢν κύριος, τὸ Ἰαβὲ ὃς ἦν καὶ ἔστιν ὁ ἀεὶ ὤν, ὡς ἑρμηνεύει τῷ Μωυσῇ »ὁ ὤν ἀπέσταλκέ με, ἐρεῖς πρὸς αὐτούς«, καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼρ δυνάμεων ἑρμηνεύεται. κύριος οὖν Σαβαὼθ κύριος τῶν δυνάμεων.

πάντῃ γὰρ > πρόσκειται ὅπου τοῦ Σαβαὼθ ὄνομα λέγει ἡ γραφή· ἡ γὰρ > οὐ μόνον ἐκφωνεῖ λέγουσα· εἶπέ μοι Σαβαὼθ ἢ ἐλάλησε Σαβαώθ«, ἀλλὰ εὐθὺς λέγει κύριος Σαβαώθ. οὕτως γὰρ ἡ Ἑβραὶ·ς φάσκει »Ἀδωναῒ Σαβαώθ«, ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων.