Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸ δέ »ἐκτησάμην διὰ θεοῦ« καί »ἀνέστησέν μοι ὁ θεός‘ ἴνα θεὸν δείκνυσι τὸν πάντων ποιητὴν καὶ δότην τῶν γεγεννημένων.

ὅτι δὲ οὗτοι ἴσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ, δῆλον· ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας.

6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες.

τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς κοὶ θυγατέρας ἀνάγκη γέγονε κατ᾿ ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας· οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον.

ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Αδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον.

οἴ τε τούτου υἱοὶ συνήφθησαν, ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ.