Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔλαθον δὲ αὐτὴν πάλιν οἱ ἄγγελοι καὶ εἰσέδυσαν τὸν Χὰμ εἰς τὴν κιβωτόν, ὄντα τοῦ αὐτῶν σπέρματος. ὀκτὼ γὰρ ψυχῶν σωθεισῶν ἐν τῇ τότε λάρνακι τοῦ Νῶν ἑπτὰ μὲν εἶναι τοῦ καθαροῦ γένους φασί, τὸν δὲ ἕνα εἶναι τὸν Χὰμ τῆς ἄλλης δυνάμεως ὑπάρχοντα, ὃν εἰσδῦναι λαθόντα τὴν ἄνω Μητέρα.

ὑπὸ τῶν ἀγγέλων δὲ τὸ τοιοῦτο συσκευασθὲν οὕτως ἀποτελεσθῆναι· ἐπειδὴ γάρ, φασίν, ἔγνωσαν οἱ ἄγγελοι ὅτι μέλλει πᾶν τὸ σπέρμα αὐτῶν ἀπαλείφεσθαι ἐν τῷ κατακλυσμῷ, πανουργίᾳ τινὶ τὸν προειρημένον Χὰμ εἰς διατήρησιν τοῦ ὑπ᾿ αὐτῶν κτισθέντος γένους τῆς κακίας παρεισέβαλον.

καὶ ἐκ τούτου λήθη καὶ πλάνη περὶ τοὺς ἀνθρώπους καὶ ἄτακτοι φοραὶ ἁμαρτημάτων καὶ πολυμιξία κακίας ἐν τῷ κόσμῳ γεγένηται. καὶ οὕτως ὁ κόσμος εἰς τὸ ἀρχαῖον τῆς ἀταξίας αὖθις ἀνέκαμψεν καὶ ἐνεπλήσθη κακῶν ὡς ἐξ ἀρχῆς πρὸ τοῦ κατακλυσμοῦ.

ἀπὸ δὲ τοῦ Σὴθ κατὰ σπέρμα καὶ κατὰ διαδοχὴν γένους ὁ Χριστὸς ἦλθεν αὐτὸς Ἰησοῦς, οὐχὶ κατὰ γέννησιν ἀλλὰ θαυμαστῶς ἐν τῷ κόσμῳ πεφηνώς, ὅς ἐστιν αὐτὸς ὁ Σὴθ ὁ τότε καὶ <Χριστὸς> νῦν τῷ γένει τῶν ἀνθρώπων, ἀπὸ τῆς Μητρὸς ἄνωθεν ἀπεσταλμένος.

4. Ταῦτα πάντα οὕτω γεγενῆσθαί φασιν ἐκεῖνοι. μωρὰ δὲ καὶ ἀδρανῆ καὶ κενοφωνίας ἔμπλεα τὰ τοιαῦτα κηρύγματα, ὡς παντί τῳ δῆλόν ἐστιν.

οὐ γὰρ δύο ἄνθρωποι ἐπλάσθησαν, ἀλλὰ εἷς ὁ Ἀδὰμ καὶ ἐκ τοῦ Ἀδὰμ ὅ τε Κάϊν καὶ Ἄβελ καὶ Σήθ· καὶ οὐκέτι ἐκ δύο ἀνθρώπων, ἀλλ᾿ ἐξ ἑνὸς * ἕως τοῦ κατακλυσμοῦ, τῶν γενῶν ὅλων [*](3—11 Ps. Tertullian adv. omn. haer. 2 sed enim illos qui seminis illos prioris instituissent, occulte et latenter et ignorante illa matre virtute cum illis octo animabus in arcam misisse etiam semen Cham, quo seinen malitiae non periret, sed cum ceteris conservatmn et post cataclysmum terris redditum exemplo ceterorum excresceret et effunderetur et totum orhem et impleret et occuparet — 4 vgl. I Petr. 3, 20 — 15ff vgl. zu 1, 4; S. 72, 11ff u. Filastrius adv. haer. 3, 3; S. 3, 6ff Marx de Seth autem ipso Christum deum genus deducere aiunt. quidam auteni ex eis non solum genus de co deducere, sed etiam ipsum Christum esse adserunt atque opiriantur — 18 vgl. den Gedanken des wiederkehrenden Christus bei den äern haer. 30, 3, 5; I 337, 1ff) [*](V M 5 μὲν auf Rasur V corr 17 vor κατὰ + τὰ M 18 Χριστὸς]* 25 * etwa <τὰ γένη τῶν >* 25f τῶν γενῶν — κατακλυσμοῦ <M)

75
> τοῦ Ἀδὰμ ἐχόντων τὰς ἑαυτῶν συστάσεις ἐν τῷ κόσμῳ.

ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐκ τοῦ Νῶς πάλιν, τοῦ ἑνὸς ἀνθρώπου, καὶ οὐκ ἐκ διαφόρων ἀνθρώπων, ἀλλὰ ἀπὸ ἑνὸς τοῦ Νῶε τοῦ κατὰ διαδοχὴν ἐκ σπέρματος τοῦ Σὴθ πᾶν γένος τῶν ἀνθρώπων, οὐκ εἰς δύο διαιρούμενον, ἀλλὰ εἰς ἓν γένος.

ἀφ᾿ οὑπερ καὶ Νῶε καὶ ἡ αὐτοῦ γυνὴ καὶ Σήμ, Χὰμ καὶ Ἰάφεθ, οἱ τούτου παῖδες, καὶ τρεῖς γυναῖκες τῶν αὐτοῦ παίδων ἀπὸ τοῦ Σὴθ τὸ γένος κατάγουσι πάντες καὶ οὐχὶ ἀπὸ δύο ἀνθρώπων τῶν μὴ γενομένων κατὰ τὴν τούτων μυθοποιίαν.