Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τὰ δὲ νῦν συντόμου οὔσης τῆς * αἱρέσεως, οὐκ ἐνδεηθεὶς ἐπεκτεῖναι τὸν κατ᾿ αὐτῆς ἔλεγχον ἀρκοῦμαι τοῖς παροῦσι μόνοις. εὔτρωτος γὰρ ἡ τούτων ἄνοια καὶ ἑαυτὴν δυναμένη τε ἐλέγξαι καὶ φωρᾶσαι, οὐ μόνον περὶ τῆς τοῦ Χριστοῦ ἀγωγῆς καὶ σεσυκοφαντημένης διδασκαλίας τοῦ τὸν Σὴθ αὐτὸν νομίζειν τε καὶ διαβεβαιοῦσθαι εἶναι, ἀλλὰ καὶ εἰς τὴν περὶ τῶν δύο ἀνθρώπων ὑπόθεσιν.

εἰ γὰρ αἱ δυνάμεις ἄνωθεν ἐσχήκασι τὴν ἀρχήν, οὐκ ἂν ἄνευ τῆς μιᾶς, ἣν δὴ καὶ Μητέρα φάσκουσι τῶν ὅλων εἶναι, ἐγένετό τε καὶ ἐπράχθη τὰ ὑπὸ τῶν δύο πραχθέντα. εὑρίσκεται γὰρ ἡ μία αἰτία τῶν δύο δυνάμεων, καὶ ἄνευ αὑτῆς μηδὲν τῶν γενομένων γεγονέναι.

καὶ ἀναδραμοῦνται πάλιν ἐπὶ τὸ ὁμολογεῖν ἕνα εἶναι δεσπότην τῶν πάντων καὶ δημιουργὸν καὶ κτιστὴν τῶν ὅλων, ἅπαξ μιᾶς δεικνυμένης ἀρχῆς.

ἀλλὰ καὶ περὶ ταύτης τῆς αἱρέσεως ταῦτα φήσαντες καὶ ἀποκαλύψαντες τὸν ἰὸν τῆς ἑρπετώδους αὐτῶν ἐκ γένους ἀσπίδων γονῆς, ἐφ’ ἑτέραν πάλιν ἴωμεν, ἀγαπητοί, τῇ αὐτῇ ἀκολουθίᾳ τῆς πραγματείας.

1. Ἀρχοντικῶν τις αἱρεσις τούτοις ἕπεται, οὐκ ἐν πολλοῖς δὲ τόποις αὕτη φέρεται ἢ μόνον ἐν τῇ Παλαιστινῶν ἐπαρχίᾳ· μετήνεγκαν δὲ τὸν αὐτῶν ἰὸν ἤδη που καὶ εἰς τὴν μεγάλην Ἀρμενίαν, ἀλλὰ καὶ ἐν τῇ