Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς καὶ οἱ ἀπόστολοι ἀντ᾿ αὐτοῦ εἰς τὸν αὐτῶν ἀριθμὸν Ματθίαν κατέστησαν, λέγοντες »ἀφ᾿ οὗ παρέβη Ἰούδας ἀπελθεῖν εἰς τὸν τόπον τὸν ἔδιον«.

ποῖον δὲ τοῦτον ἀλλ’ ἢ ὃν ἀπεφήνατο αὐτῷ ὁ σωτὴρ λέγων ὅτι ἐστὶν υἱὸς ἀπωλείας; οὑτος γὰρ ἀφωρίσθη αὐτῷ τόπος ὁ τῆς ἀπωλείας, ἔνθα ἔσχεν ἀντὶ μερίδος μερίδα καὶ ἀντὶ ἐπισκοπῆς ἀποστολικῆς τὸν τόπον τῆς ἀπωλείας.

Περὶ τούτου δὲ ἱκανῶς ἔχειν τὰ εἰρημένα νομίσαντες καθεξῆς πάλιν ἐφ᾿ ἑτέραν ἴωμεν, ὦ ἀγαπητοί, τὰ σκολιὰ πάλιν καὶ θηριώδη καὶ ἰοβόλα διδάγματα ἀποκαλύπτοντες τῶν παρὰ ταῖς λοιπαῖς ἐξ ἐπιπλάστου διαβολικῆς ἐπιπνοίας τῷ κόσμῳ λύμης ἕνεκα ἐμβεβροντημένων.

τῶν γὰρ τοιούτων τὴν γνώμην τῶν τοῦ χείρονος ὀρεγομένων, ἐῳκυῖαν τῷ γένει τοῦ βουπρήστου κανθάρου, ἀποκαλύψαντες οὐσάν τε ἐπιβλαβῆ ἐν τῇ τοῦ θεοῦ δυνάμει καταθλάσαντες, ἐπὶ τὴν τῶν ἄλλων ἔρευναν τὸν νοῦν ἐπιβαλόμενοι τὸν θεὸν ἀρωγὸν ἐπικαλεσώμεθα, ὠ Χριστοῦ παῖδες.