Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

αὐτὸς γὰρ ὁ Ἰούδας περὶ ἑαυτοῦ τὸ πᾶν ὑπέφηνεν καὶ τὴν τῶν ἐπαινούντων αὐτὸν ἄνοιαν καὶ <ἀφ᾿> ἑαυτοῦ ἤλεγξεν, εἰ ἄκων ἀλλ᾿ ὅμως μετὰ τὸ λαβεῖν τὸ τίμημα τὰ τριάκοντα ἀργύρια ὕστερον μεταμεληθεὶς καὶ ἀποστρέψας τὰ ἀργύρια, ὡς κακόν τι πεπραχώς, κακὸν μὲν ἑαυτῷ κακὸν δὲ καὶ τοῖς σταυρώσασιν.

ὁ δὲ κύριος ἀγαθὸν δι᾿ ἑαυτοῦ ἐπιτελῶν ἡμῖν τε καὶ τῷ κόσμῳ ἑαυτὸν παραδέδωκεν, ἴνα γένηται ἡμῖν σωτηρία.

ἄρα οὖν οὐχὶ τῷ Ἰούδᾳ τῷ προδότῃ ὁμολογοῦμεν τὴν χάριν, ἀλλὰ τῷ ἐλεήμονι σωτῆρι, τῷ τὴν ψυχὴν θέντι ὑπὲρ ἡμῶν τῶν ἰδίων αὐτοῦ προβάτων, καθὼς αύτὸς εἰπε.

πῶς γὰρ ὁ νομίσας άγαθὸν ἐπιτελέσαι ὕστερον λέγει ὅτι »μεταμεμέλημαι παραδεδωκὼς αἷμα ἀθῷον« καὶ ἀπέστρεψε τὰ ἀργύρις, καθὼς ἠν περὶ αὐτοῦ γεγραμμένον ἐν τοῖς προφήταις καὶ ἀπέστρεψε τοὺς τριάκοντα ἀργυροῦς, τὴν τιμὴν τοῦ τετιμημένου παρὰ τῶν υἱῶν Ἰσραήλ«, καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ »εἰ δίκαιόν ἐστιν ὑμῖν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε«,