Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἡ γὰρ καθ’ ἑκάστου τῶν ἁμαρτανόντων παρὰ θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται· ἀπαθὲς γὰρ τὸ θεῖον, ἐπιφέρει δὲ τὴν ὀργὴν κατὰ ἀνθρώπων οὐ πάθει ληφθὲν ἀγανακτήσεως οὐδὲ ὀργῇ ἡττηθὲν καὶ κρατούμενον. δείκνυσι γὰρ τὸ ἀπαθὲς ὁ θεός, προειπὼν ἡμῖν τὴν ἐσομένην κρίσιν καὶ τὴν δικαίαν παρ᾿ αὐτοῦ τιμωρίαν γινομένην, ἵνα τὸ ἀπαθὲς σημάνῃ τῆς θεότητος.

προεῖπεν τοίνυν ἡ γραφὴ κατὰ πρόγνωσιν προασφαλιζομένη καὶ διδάσκουσα, ἵνα μὴ ἐμπέσωμεν εἰς ὀργὴν ἀνήκεστον θεοῦ, τὴν οὐ πάθει ὁρισθεῖσαν οὐδὲ συμβαίνουσαν ἀπὸ ἥττης, ἀλλὰ δικαιότατα τοῖς τὴν ἁμαρτίαν ἐκτελοῦσιν ἀνθρώποις προετοιμασθεῖ- σαν καὶ μὴ μετανοοῦσιν ἐξ ἀληθείας.

7. Οὕτω καὶ ἐπὶ τοῦ σταυροῦ, οὐχ ὅτι εἶπεν ἡ θεία γραφή, ἐσταύρωσαν Ἰουδαῖοι καὶ παρέδωκεν Ἰούδας τὸν σωτῆρα, ἀλλ’ ὅτι ἔμελλεν παραδιδόναι Ἰούδας καὶ Ἰουδαῖοι σταυροῦν, τούτου ἕνεκαπροεῖπεν ἡ θεία γραφὴ ἐν τῇ παλαιᾷ διαθήκῃ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ.

ὥστε οὐν οὐκ ἐν γνώσει τῆς ἐσομένης εὐεργεσίας τῷ κόσμῳ παραδέδωκε τὸν κύριον Ἰούδας, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ᾿ εἰδὼς μὲν ὅτι ὁ αὐτοῦ δεσπότης ὑπῆρχεν, ἀγνοῶν δὲ ὅτι σωτηρία ἔσται τῷ [*](14 vgl. öm. 3, 5) [*](V M 2 τὰ hineingeflickt V corr 4 οἱ < M 15f καθ’ ἕκαστον τῶν nachgetragen V corr 15 ἑκάστου *] ἕκαστον VM 17 ἀνθρώπων Pet.] ἄνθρωπον VM 20 σημαίην M 21f προασφαλιζομένη, προ vorgesetzt V corr 29 ἐν τῇ παλαιᾷ διαθήκῃ nachgetragen V corr)

70
κόσμῳ.

πῶς ἂν ἂν εἴη σωτηρίας ἀνθρώπων ἐπιμελόμενος ὁ παρ’ αὐτοῦ τοῦ σωτῆρος ἀκούων »ἀπωλείας υἱός. καὶ τό »συμφέρει αὐτῷ, εἰ οὐκ ἐγεννήθη« καὶ τό »ἑταῖρε, ἐφ᾿ ὃ πάρει« καὶ τό »εἷς ἐξ ὑμῶν παραδώσει με« καὶ τό ὁ ἐσθίων μετ᾿ ἐμοῦ τὸν ἄρτον ἐπῇρεν κατ ἐμοῦ πτερνισμόν. ὡς ἔχει τὸ εὐαγγέλιον ἐκ προαγούσης μαρτθρίας τοῦ Ψαλτηρίου) καὶ > οὐαὶ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται«;

αὐτὸς γὰρ ὁ Ἰούδας περὶ ἑαυτοῦ τὸ πᾶν ὑπέφηνεν καὶ τὴν τῶν ἐπαινούντων αὐτὸν ἄνοιαν καὶ <ἀφ᾿> ἑαυτοῦ ἤλεγξεν, εἰ ἄκων ἀλλ᾿ ὅμως μετὰ τὸ λαβεῖν τὸ τίμημα τὰ τριάκοντα ἀργύρια ὕστερον μεταμεληθεὶς καὶ ἀποστρέψας τὰ ἀργύρια, ὡς κακόν τι πεπραχώς, κακὸν μὲν ἑαυτῷ κακὸν δὲ καὶ τοῖς σταυρώσασιν.

ὁ δὲ κύριος ἀγαθὸν δι᾿ ἑαυτοῦ ἐπιτελῶν ἡμῖν τε καὶ τῷ κόσμῳ ἑαυτὸν παραδέδωκεν, ἴνα γένηται ἡμῖν σωτηρία.