Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τίς οὖν ὁ τούτου πατήρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ’ ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; ἐκεῖνος γάρ, ψευσάμενος τῷ ἀδελφῷ ὡς ἐν φιλαδελφίᾳ, ἠπάτησε καὶ παρέπεισεν διὰ τοῦ ψεύδους καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν.

οὕτω καὶ ὁ Ἰούδας »τί θέλετέ μοι« φησί δοῦναι, καὶ ἐγὼ αὐτὸν παραδώσω ὑμῖν;« καί »ὃν ἂν φιλήσω. αὐτός ἐστι, κρατήσατε αὐτόν«. καὶ ἐλθὼν ὁ προδότης »χαῖρε Ῥαββί« ἔλεγε, τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόρρω ἀπέχουσαν θεοῦ κεκτημένος.

5. Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος κατὰ τὴν ἀρνησιθεΐαν καὶ προδοσίαν, Σατανᾶς ὑπάρξας καὶ διάβολος οὐ τῇ φύσει. ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὑτος κατὰ μίμησιν τοῦ Κάϊν τοῦ άνθρωποκτόνου τοῦ ψεύστου, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἠν, οὐχὶ ὁ Ἀδὰμ ἀλλ’ ὁ διάβολος,

οὗ τὴν μίμησιν ἴσχεν ἐν τῇ ἀδελφοκτονίᾳ καὶ μίσει καὶ ψεύδει καὶ πρὸς θεὸν ἀντιλογίᾳ, τῷ λέγειν, »μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστιν‘· οὕτω καὶ ὁ διάβολος τῷ κυρίῳ φησί μὴ δωρεὰν σέβεται Ιὼβ τὸν θεόν;«