Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φθοριμαίαν δὲ γνῶσιν ζονται, δύο τάττοντες δυνάμεις, ἀσθενεστέραν τε καὶ δυνατωτέραν, ἀντιμαχομένας [δὲ] πρὸς ἀλλήλας, ποιούσας δὲ ἐν τῷ κόσμῳ οὐ γνώμης ἀλλοίωσιν, ἀλλὰ τῶν γεγενημένων τοὺς μὲν κατὰ φύσιν ἀπὸ κακίας τὴν οὐσίαν ἔχειν, τοὺς δὲ ἀπὸ ἀγαθότητος. οὐδένα δὲ κατὰ γνώμην ἀγαθὸν ἢ φαῦλον εἶναι λέγουσιν, ἀλλὰ κατὰ φύσιν.

4. Καὶ πρῶτον ἴδωμεν περὶ τοῦ Κάϊν, ὡς ἡ μὲν παλαιὰ διαθήκη φησίν »ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου« καὶ πάλιν »ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου, καὶ ἔσῃ στένων καὶ τρέμων ἐπὶ τῆς γῆς«.

συνῳδὰ δὲ τῇ παλαιᾷ διαθήκῃ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ περὶ τούτου λέγει, Ἰουδαῖοι ἔλεγον »ἡμεῖς πατέρα ἔχομεν τὸν θεόν«. ὁ δὲ κύριος πρὸς αὐτοὺς ἔφη »ὑμεῖς υἱοί ἐστε τοῦ πατρὸς [*](13 Jes. 5, 20 — 18 vgl. Rom. 9, 13 — 26 Gen. 4, 11 — 27 Gen. 4, 12 — 30 Job. 8, 41 — 31 Job. 8, 41) [*](V M 11 τοῦ nachgetragen V corr 12 τὰ nachgetragen Ycorr 17 δὲ τοὐναντίον] γὰρ τουναντίον, τοὐναντίον durchgestrichen u. γὰρ durch δὲ ersetzt V corr δὲ M 18f τὸν Ἰούδα M 19 ζονται*] ἔχουσι auf einer ößeren Rasur, nachher ζονται durchgestrichen V corr ἔχουσι M 20 δυνατωτέραν Com.] δυναμωτέραν VM 21 δὲ] *)

67
ὑμῶν τοῦ διαβόλου, ὅτι ψεύστης ἐστίν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν. ἐκεῖνος ἀνθρωποκτόνος ἠν καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔμεινεν· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν«.

ὅθεν καὶ αἱ ἄλλαι αἱρέσεις ἀκούουσαι τὸ ῥῆμα τοῦτο πατέρα μὲν τῶν Ἰουδαίων φάσκουσιν εἶναι τὸν διάβολον ἔχειν δὲ πατέρα ἄλλον καὶ τὸν αὐτοῦ πατέρα πάλιν πατέρα.