Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πάλιν δὲ ἄλλο συνταγμάτιον ἄλλοι πλάττουσιν ἐξ ὀνόματος Παύλου τοῦ ἀποστόλου, ἀρρητουργίας ἔμπλεον, ᾠ καὶ οἱ Γνωστικοὶ λεγόμενοι χρῶνται, ὃ Ἀναβατικὸν Παύλου καλοῦσι, τὴν πρόφασιν εὑρόντες ἀπὸ τοῦ λέγειν τὸν ἀπόστολον ἀναβεβηκέναι ἕως τρίτου οὐρανοῦ καὶ ἀκηκοέναι ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. καὶ ταῦτα, φασίν, [*](3—13 vgl. Irenaeus adv. haer. 131, 2; I 242 Harvey et in unoqiioquc peccatorum et turpium operatioimm angehim assistere et operantem aiidire aiidaciam et immunditiam inferre, id quod inest ei operafioni angeli nomine dicere: Ο tu angebe, ahutor opere tuo; Ο tu illa potestas, perficio tuam operationem. et hoc esse scientiam perfectam sine tremore in tales abire operationes, quas ne nonihmre qnidem fas est — 22 aus Epiph. öpft auch hierin Michael Glvkas ann. II; Migne 158, 237 B — 23 vgl. II Kor. 12, 2f) [*](V M 1 ἄλλως *] ἀλλὰ durchgestrichen V corr < M aliter Iren. 4f ἄρρητα aus ἀρρητοποιῶν V corr ἄρρητα ποιῶν M 7 ἑκάστῳ Pet.] ἑκάστου VM 7 προσάπτει] πτει M 13 τὰς προφάσεις nachgetragen V corr | πατέρων + <τῶν> * 14 <δὲ> Dind. 16 δὲ ἦλθεν *] Διῆλθεν VM 17 Rande nachgetragen V corr 19 Ἀβηὼν VM 20 ἄλλοι durchgestrichen V corr < M 21 ἔμπλεον M 24 λαλῆσαι) ἀκούειν, durchgestrichen u. am λαλῆσαι gesetzt V corr)

65
ἐστὶ τὰ ἄρρητα ῥήματα.

διδάσκουσι δὲ ταῦτα καὶ τὰ τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες καὶ τοὺς ἀγαθοὺς ἀπαγορεύοντες. εἶναι γάρ<φασιν> ὡς προεῖπον, τὸν Κάϊν τῆς ἰσχυροτέρας δυνάμεως καὶ τὸν Ἄβελ τῆς ἀσθενεστέρας. ταύτας δὲ τὰς δυνάμεις τῇ Εὔᾳ προσπλακείσας γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, καὶ εἶναι τῆς μὲν τὸν Κάϊν τῆς δὲ τὸν Ἄβελ,

εἶναι δὲ <καὶ> τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπὸ τῶν τοιούτωνδυνάμεων εἴτουν ἀγγέλων γεγεννημένους· καὶ τοὺς γεννηθέντας παῖδας, Κάϊν τέ φημι καὶ Ἄβελ, ἐρίσαι πρὸς ἀλλήλους καὶ τὸν γεγεννημένον ἀπὸ ἰσχυρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος δυνάμεως καὶ ἀσθενεστέρας.

3. Τὰ δὲ αὐτὰ μυθώδη καὶ οὑτοι παραπλέκουσι τῇ περὶ τῶν αὐτῶν δηλητηρίων τῆς ἀγνωσίας δόσει, τοῖς πειθομένοις ἐπιβουλεύ- οντες ὅτι δεῖ πάντα ἄνθρωπον ἑαυτῷ ἑλέσθαι τὴν ἐσχυροτέρον δύναμιν καὶ τῆς ἥττονος καὶ ἀτόνου ἀποχωρίζεσθαι, τουτέστιν τῆς τὸν οὐρανὸν ποιησάσης καὶ τὴν σάρκα καὶ τὸν κόσμον, καὶ ὑπερβαίνειν εἰς τὰ ἀνώτατα διὰ τῆς τοῦ Χριστοῦ σταυρώσεως.

διὰ γὰρ τοῦτο, φασίν, ἡλθεν ἄνωθεν, ἵνα ἐν αὐτῷ ἐνεργηθῇ δύναμις ἰσχυρά, κατὰ τῆς ἀσθενεστέρας δυνάμεως τὸ τρόπαιον λαβοῦσα καὶ τὸ σῶμα παραδοῦσα. καὶ οἱ μὲν αὐτῶν τοῦτο λέγουσιν, ἄλλοι δὲ ἄλλα.