Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς Λόγος, ὁ ἐκ πατρὸς πρὸ πάντων τῶν αἰώνων ἀνάρχως καὶ ἀχρόνως γεννηθείς, οὐκ ὄφις (μὴ γένοιτο), ἀλλὰ κατὰ τοῦ ὄφεως αὐτὸς ἠλθεν.

ἐὰν δὲ εἴπῃ »γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά«, δεῖ ἡμᾶς ἐρωτᾶν καὶ γινώσκειν διὰ τί τὰ δύο ταῦτα πρόσωπα ἡμῖν εἰς διδασκαλίαν παρεισήγαγεν, τῆς τε περιστερᾶς καὶ τοῦ ὄφεως.

οὐδὲν δὲ ἐν τῷ ὄφει φρόνιμον, πλὴν <τῶν> δύο τούτων, ὅτι ἐν τῷ γινώσκων ὅτι ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ πᾶσα ζωὴ αὐτοῦ τυγχάνει καὶ δεδιὼς τὴν ἀνωτέρω πρὸς αὐτὸν εἰρημένην ἀπὸ τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον προσταγὴν ὅτι »φυλάξεις αὐτοῦ κεφαλήν, αὐτὸς δέ σου πτέρναν«, ὅλον τὸ σῶμα ἐνειλήσας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κρύπτει μὲν τὸ κρανίον ἓαυτοῦ, παραδίδωσι δὲ τὸ ἄλλο σῶμα ἐν ὑπερβολῇ πανουργίας.

οὕτω θέλει ἡμᾶς ὁ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς προελθὼν ἐν καιρῷ διωγμοῦ καὶ ἐν καιρῷ πειρασμοῦ τὰ πάντα ἡμῶν παραδιδόναι μαχαίρᾳ τε καὶ πυρί, φυλάττειν δὲ ἑαυτῶν τὴν κεφαλήν, τουτέστιν Χριστὸν μὴ ὀρνεῖσθαι, ἐπειδήπερ κεφαλὴ παντὸς ἀνθρώπου Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός«, [*](4 Matth. 10, 16 — 11 Matth. 10, 16 — 14ff vgl. Physiologus c. 11; S. 243, 34ff Lauchert τετάρτη φύσις τοῦ ὄφεως· ὅταν ἐπέλθῃ αὐτῷ ἄνθρωπος, θέλων αὐτὸν ἀποκτεῖναι, τὸ σῶμα αὐτοῦ ὅλον εἰς θάνατον παραδίδωσιν, τὴν κεφαλὴν μόνην φυλάσσων. ὀφείλομεν οὖν καὶ ἡμεῖς ἐν καιρῷ διωγμοῦ ὅλον τὸ σῶμα εἰς θάνατον παραδιδόναι, τὴν δὲ κεφαλὴν ἤτοι τὴν πίστιν φυλ·άττειν, τουτέστι μὴ ἀρνούμενοι Χριστόν. ὄπερ ἐποίησαν οἱ ἅγιοι ἀπόστολοι καὶ πάντες μάρτυρες· παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν — 17 Gen. 3, 15 — 23 1 Kor. 11, 3) [*](V M 1 Tor πρὸς 2 Buchstaben ausradiert V 2 οὐχ aus οὐκ Vcorr 4 λέγει φασιν V 5 ἡ περιστερὰ aus αἱ περιστεραὶ Vcorr, vgl. Ζ. 13 u. S. 61, 9 10f ἐὰν δὲ εἴπη aus ἐὰν εἴπει δὲ Vcorr 11 ἡ περιστερὰ aus αἱ περιστεραὶ Vcorr 14 <τῶν> * 16 ἀνωτέρω *] ἀνωτέραν VM 23 μὴ ἀρνεῖσθαι getragen Vcorr)

61
κατὰ τὸν ἀπόστολον.

ἕτερον πάλιν ἔχει φρονιμότητος ὁ ὄφις, ὥς φασιν οἱ φυσιολόγοι περὶ τούτου τοῦ ζῴου. ὅταν γὰρ διψήσας ἀπὸ τοῦ φωλεοῦ προέλθοι ἐπί τι ὕδωρ ἵνα πίῃ, οὐ συμπαραλαμβάνει λαμβάνει τὸν ἰὸν μεθ’ ἑαυτοῦ, ἀλλὰ ἐν τῷ φωλεῷ καταλιμπάνει καὶ οὕτως ἐλθὼν λαμβάνει τὸ πόμα τῶν ὑδάτων.

καὶ αὐτοὶ οὐν τοῦτο μιμησώμεθα, ἵνα, ὅταν ἐρχώμεθα ἐπὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς εὐχὴν ἢ εἰς τὰ τοῦ θεοῦ μυστήρια, μὴ φέρωμεν μεθ’ ἑαυτῶν κακίαν ἢ ἡδονὴν ἢ ἐπιθυμίαν ἢ ἔχθραν ἤ τι ἕτερον ἐν ταῖς διανοίαις αὑτῶν.