Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐδὲν δὲ θαυμαστὸν εἰ δι᾿ ὡν τις ἐβλάβη, διὰ τούτων θεραπείας ἔτυχεν· καὶ μή τις κακιζέτω τὴν τοῦ θεοῦ κτίσιν, ὡς ἄλλοι πλανώμενοι πάλιν λέγουσι.

προετυποῦτο δὲ τοῦτο τοῖς ἐν τῇ ἐρήμῳ διὰ τὴν αἰτίαν, ἣν ἐλθὼν ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ ὅτι »ὡς ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου«, ὃ καὶ γέγονεν.

δίκην γὰρ ὄφεως ἀτιμάσαντες τὸν σωτῆρα ἀπὸ ἀπὸ ἐπιβουλῆς τῆς τοῦ ὄφεως ἠδικοῦντο, φημὶ δὲ τοῦ διαβόλου. καὶ καθάπερ ἐν τῷ ὑψώματι τοῦ ὄφεως ἴασις ἐγίνετο τοῖς δεδηγμένοις, οὕτως ἐπὶ τῇ τοῦ Χριστοῦ σταυρώσει λύτρα γέγονε ταῖς ἡμῶν ψυχαῖς ἀπὸ τῶν ἐν ἡμῖν γενομένων δηγμάτων τῆς ἁμαρτίας.

φέ- [*](7ff vgl. Hippolyt refut. Y 16, 7ff; S. 112, 6 ff Wendland δακνομένοις οὐν, φησὶν. έν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ ἐπέδειξε Μωυσῆς τὸν ἀληθινὸν ὄφιν τὸν τέλειον, εἰς ὃν οἱ πιστεύοντες οὐκ ἐδάκνοντο ἐν τῇ ἐρήμῳ τουτέστιν ὑπὸ τῶν δυνάμεων. οὐδεὶς οὖν, φησίν, ὁ δυνάμενος σῶσαι καὶ ῥύσασθαι τοὺς ἐκπορευομένους ἐκ τῆς Αἰγύπτου, τουτέστιν ἐκ σώματος καὶ ἐκ τοῦδε τοῦ κόσμου, εἰ μὴ μόνος ὁ τέλειος, ὁ πλήρης τῶν πληρῶν ὄφις. ἐπὶ τοῦτον, φησίν, ὁ ἐλπίσας ὑπὸ τῶν ὄφεων τῆς ἐρήμου οὐ διαφθείρεται τουτέστι τῶν θεῶν τῆς γενέσεως — 7 vgl. Num. 21, 8 — 18 Job. 3, 14) [*](V M 1 εἰ auf Rasur Vcorr εἰς M 2 ἐνθεὶς V 3 ἀληθῶς Dind.] ἀληθὲς VM 5f γνῶσιν ἀπάτην καὶ ἀγνωσίαν *] ἀπάτην καὶ ἀγνωσίαν γνῶσιν VM | καὶ ἀγνωσίαν]? * 9 εἶναι] εἰ M 10 δήγματος aus δείγματος Vcorr 13 οὐ nachgetragen Ycorr 14 δι᾿ nachgetragen Vcorr 15 θαυμαστῶν M | εἰ δι᾿ ὧν aus ἰδίων Vcorr 22 ἐγίγνετο V)

60
ρουσι δὲ καὶ αὐτὸ τοῦτο τὸ ῥητὸν πρὸς μαρτυρίαν οἱ αὐτοὶ λέγοντες ὅτι οὐχ ὁρᾷς ὡς εἶπεν ὁ σωτήρ, ὃν τρόπον ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου; καὶ διὰ τοῦτο καὶ ἐν ἄλλῳ τόπῳ, φασί, λέγει ὅτι »γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά‘. καὶ τὰ εἰς σύμβολα διδασκαλίας ἡμῖν ἐκ θεοῦ καλῶς τεταγμένα οὑτοι εἰς τὴν ἑαυτῶν ἐπίνοιαν τὴν ἠπατημένην φέρουσιν.

8. Ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς Λόγος, ὁ ἐκ πατρὸς πρὸ πάντων τῶν αἰώνων ἀνάρχως καὶ ἀχρόνως γεννηθείς, οὐκ ὄφις (μὴ γένοιτο), ἀλλὰ κατὰ τοῦ ὄφεως αὐτὸς ἠλθεν.

ἐὰν δὲ εἴπῃ »γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά«, δεῖ ἡμᾶς ἐρωτᾶν καὶ γινώσκειν διὰ τί τὰ δύο ταῦτα πρόσωπα ἡμῖν εἰς διδασκαλίαν παρεισήγαγεν, τῆς τε περιστερᾶς καὶ τοῦ ὄφεως.

οὐδὲν δὲ ἐν τῷ ὄφει φρόνιμον, πλὴν <τῶν> δύο τούτων, ὅτι ἐν τῷ γινώσκων ὅτι ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ πᾶσα ζωὴ αὐτοῦ τυγχάνει καὶ δεδιὼς τὴν ἀνωτέρω πρὸς αὐτὸν εἰρημένην ἀπὸ τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον προσταγὴν ὅτι »φυλάξεις αὐτοῦ κεφαλήν, αὐτὸς δέ σου πτέρναν«, ὅλον τὸ σῶμα ἐνειλήσας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κρύπτει μὲν τὸ κρανίον ἓαυτοῦ, παραδίδωσι δὲ τὸ ἄλλο σῶμα ἐν ὑπερβολῇ πανουργίας.

οὕτω θέλει ἡμᾶς ὁ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς προελθὼν ἐν καιρῷ διωγμοῦ καὶ ἐν καιρῷ πειρασμοῦ τὰ πάντα ἡμῶν παραδιδόναι μαχαίρᾳ τε καὶ πυρί, φυλάττειν δὲ ἑαυτῶν τὴν κεφαλήν, τουτέστιν Χριστὸν μὴ ὀρνεῖσθαι, ἐπειδήπερ κεφαλὴ παντὸς ἀνθρώπου Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός«, [*](4 Matth. 10, 16 — 11 Matth. 10, 16 — 14ff vgl. Physiologus c. 11; S. 243, 34ff Lauchert τετάρτη φύσις τοῦ ὄφεως· ὅταν ἐπέλθῃ αὐτῷ ἄνθρωπος, θέλων αὐτὸν ἀποκτεῖναι, τὸ σῶμα αὐτοῦ ὅλον εἰς θάνατον παραδίδωσιν, τὴν κεφαλὴν μόνην φυλάσσων. ὀφείλομεν οὖν καὶ ἡμεῖς ἐν καιρῷ διωγμοῦ ὅλον τὸ σῶμα εἰς θάνατον παραδιδόναι, τὴν δὲ κεφαλὴν ἤτοι τὴν πίστιν φυλ·άττειν, τουτέστι μὴ ἀρνούμενοι Χριστόν. ὄπερ ἐποίησαν οἱ ἅγιοι ἀπόστολοι καὶ πάντες μάρτυρες· παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν — 17 Gen. 3, 15 — 23 1 Kor. 11, 3) [*](V M 1 Tor πρὸς 2 Buchstaben ausradiert V 2 οὐχ aus οὐκ Vcorr 4 λέγει φασιν V 5 ἡ περιστερὰ aus αἱ περιστεραὶ Vcorr, vgl. Ζ. 13 u. S. 61, 9 10f ἐὰν δὲ εἴπη aus ἐὰν εἴπει δὲ Vcorr 11 ἡ περιστερὰ aus αἱ περιστεραὶ Vcorr 14 <τῶν> * 16 ἀνωτέρω *] ἀνωτέραν VM 23 μὴ ἀρνεῖσθαι getragen Vcorr)

61
κατὰ τὸν ἀπόστολον.