Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ θαῦμα μέγιστον, ὡς ὁ ἄνθρωπος, ἐν ᾠ ὁ ἐλάχιστος σπινθήρ, ἐπιγινώσκει ὑπὲρ τοὺς πεπλακότας ἀγγέλους. οἱ γὰρ πεποιηκότες τὸν ἄνθρωπον ἄγγελοι εἴτουν υἱοὶ τοῦ Ἰαλδαβαὼθ οὐκ ἐπέγνωσαν τὰ ἐπάνω τοῦ αλδαβαώθ, ὁ δὲ ὑπ᾿ αὐτῶν γεγενημένος διὰ τοῦ σπινθῆρος ἐπέγνω.

αὐτοὶ τοίνυν ἑαυτοὺς ἀνατρέπουσι διὰ τῶν ἰδίων δογμάτων, πῆ μὲν τὸν ὄφιν δοξάζοντες, πῆ δὲ ἀπατηλὸν αὐτὸν πρὸς τὴν Εὔαν γεγενημένον φάσκοντες ἐν τῷ εἰπεῖν ἠπάτησε τὴν Εὔαν«·

καὶ πῆ μὲν Χριστὸν αὐτὸν καταγγέλλουσι, πῆ δὲ υἱὸν τοῦ ανωτέρου Ἰαλδαβαὼθ τοῦ τοὺς υἱοὺς ἀδικήσαντος ἐν τῷ ἀποκλεῖσαι ἀπ᾿ αὐτῶν τὴν > ἄνω γνῶσιν καὶ τὴν Μητέρα ἀθετήσαντος καὶ τὸν ἄνω Πατέρα, εἰς τὸ μὴ ἐᾶν δοξάζειν τοὺς ὑπ αὐτοῦ γεγενημένους υἱοὺς τὸν ἀνώτερον αὐτοῦ Πατέρα.

πῶς οὖν βασιλεὺς ἐπουράνιος ὁ ὄφις, εἴπερ κατὰ τοῦ Πατρὸς ἐγήγερται; πῶς [*](10ff vgl. Panarion haer. 25, 4, If; 1271, 6ff — 23 vgl. Gen. 3, 13 II Kor. 11, 3) [*](V M 3 δι᾿1] δ᾿ M γεγεν///ημένην, ν ausradiert V ausradiert V 6 ἔμπλεων, ω aus ο V corr ἔμπλεων M | <τοῦτο> * 7 δεήσει *] εἰς V M δεῖ Öh. 9 καινοφωνία κενοφωνία V corr καινοφωνία M 10 Προύνεικον, ει aus ι V corr 12 προυνεικευόμενον, ει aus ι V corr | δὲ statt ünglichem γε V corr 14 Προύνεικος, ει aus ι V corr 16 ἀνθρώπω zu ἄνω ändert V corr ἄνω M | γεγονὸς 19 ἤτουν VM 20 ὑπ᾿ αὐτῶν *] ὑπ᾿ αὐτοῦ VM 26 > * | τὴν2 nachgetragen Vcorr)

59
δὲ εἰ τὴν γνῶσιν δίδωσιν, ἐν ἀπάτῃ καταγγέλλεται ἠπατηκέναι τὴν Εὔαν; ὁ δὲ δί ἀπάτης γνῶσιν ἐντιθεὶς οὐκέτι γνῶσιν δίδωσιν, ἀλλὰ ἀντὶ γνώσεως ἀγνωσίαν, ὡς καὶ ἀληθῶς ἔστιν ἰδεῖν ὅτι τοῦτο ἐν αὐτοῖς τελειοῦται. ἀγνωσίαν γὰρ ἔχοντες γνῶσιν ταύτην νομίζουσιν, ἐν τούτῳ ἀληθεύοντες ἐν τῷ τὴν ἑαυτῶν γνῶσιν ἀπάτην καὶ ἀγνωσίαν λέγειν.

7. Φέρουσι δὲ καὶ ἄλλας μαρτυρίας λέγοντες ὅτι καὶ Μωυσῆς έν τῇ ἐρήμῳ τὸν ὄφιν τὸν χαλκοῦν ὕψωσε προστησάμενος, ἴνα ἴαμα τοῖς ὑπὸ ὄφεως δακνομένοις γένηται. εἶναι γὰρ τοῦτο τὸ εἶδος ἰατικὸν τοῦ δήγματος λέγουσι. πάλιν δὲ καθ’ ἑαυτῶν ταῦτα ὁρίζονται.