Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τουτέστιν * τὰ σώματα τῶν τὰ ἀδικώτατα πραξάντων καὶ μετανοησάντων καὶ ἀποστάντων τῶν ἰδίων σφαλμάτων καὶ ἐν τῇ γνώσει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τελειωθέντων, ἵνα γένηται τοῦ σώματος ἡ ἀνάστασις ἐκ τῆς γῆς, ὡς τὸ φύραμα μαλαχθὲν παρὰ τοῦ τεχνίτου καὶ] αὖθις εἰς τὴν ἀρχαίαν καὶ ἔτι βελτίω ἀνατύπωσιν κατασκευάζ3ται.

2. Τοιαύτη μὲν ἦν ἡ ἐπιβουλὴ τοῦ ὄφεως πρὸς τὴν Εὔαν. ἐξ ἀρχῆς γὰρ λίχνος ἡ ἀνθρωπεία φύοις καὶ ὑπαγομένη ἀεὶ τοῖς τῆς κενοφωνίας δόγμασι καὶ κεναῖς ὑποσχέσεσι.

καὶ πάλαι μὲν κρυπταζόμενος ὁ αὐτὸς οὐκ ἐδήλου τῆς αὐτοῦ ἰοβολίας τὸ πέρας, ὕστερον δὲ μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἐξήμεσέν τε καὶ ἀπέπτυσε τὴν πᾶσαν αὐτοῦ ἰώδη καὶ μοχθηρὰν ἐπίνοιαν τῆς κακονοίας· οὑτος γὰρ προεβάλετο ἑαυτὸν ἐν τῇ τῶν ἠπατημένων διανοίᾳ δοξάζεσθαι ὡς θεὸς καὶ προσκυνεῖσθαι.

γινώσκεται δὲ ὁ αὐτὸς ὄφις διά τε τῆς αὐτοῦ σχολῆς ταύτης καὶ δί ὄφεως τοῦ αἰσθητοῦ τὴν ἀπάτην ἐμποιῶν. ὄφιν δὲ δῆθεν ἡ θεία γραφὴ καλεῖ τὸν διάβολον, οὐ πάντως ὄντα τοιοῦτον τῇ μορφῇ, ἀλλὰ διὰ τὸ φαίνεσθαι τοῖς ἀνθρώποις σκολιώτατον καὶ τὸ ἐν πρώτοις ἐν ὄφει ἐνεργηθὲν τῆς ἀπάτης σκευώρημα.

παρὰ τοῖς τοίνυν τὴν ἀλήθειαν ἐπιγινώσκουσι κατα- γέλαστον τοῦτο τὸ δόγμα καὶ οἱ αὐτῷ προσανέχοντες, τὸν ὄφιν ὡς θεὸν δοξάζοντες. μηκέτι γὰρ δυνάμενος ὁ διάβολος τὴν ἀνδρείαν διάνοιαν τὴν ἀπὸ τοῦ κυρίου λαβοῦσαν τὴν δύναμιν τῆς ἀληθείας ἀπατᾶν τρέπεται ἐπὶ τὸ θῆλυ τουτέστιν τὴν τῶν ἀνθρώπων ἄγνοιαν καὶ πείθει τοὺς ἐν τῇ ἀγνοίᾳ, ἐπειδὴ οὐ δύναται τὸν στερεὸν λογισμὸν ἀπατῆσαι.