Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ὡς οὖν τῇ τοῦ θεοῦ δυνάμει ἐπαγγειλάμενοι, θεοῦ βοηθοῦντος καὶ τὴν ἑξῆς ταύτῃ ὑφηγησόμεθα ταῖς πρότερον ἀκολουθήσασαν ματαιοφροσύναις αἵρεσιν Ὀφιτῶν, τὰ μὲν κατὰ τὰ αὐτὰ φερομένην τὰ δὲ διηλλαγμένην, λέγω δὲ τοῖς ἤθεσι καὶ σχήμασι τῶν χρωμένων αὐτῇ, ἴνα ἀπὸ τῆς μετεώρου πλάνης τῆς τούτων διαφωνίας παντί τῳ δῆλον ἔσηται ὅτι πλάνῃ ἄγονται καὶ οὐκ ἀληθείᾳ. φωραθήσεται δὲ νῦν τῷ λόγῳ καὶ ἐλεγχθήσεται ἡ κατ᾿ αὐτοὺς ἄνοια.

Οἱ Ὀφῖται μὲν γάρ. ὡς προεῖπον, τὰς προφάσεις εἰλήφασιν ἀπὸ τῆς τοῦ Νικολάου καὶ Γνωστικῶν καὶ τῶν πρὸ τούτων αἱρέσεων. Ὀφῖται δὲ καλοῦνται δι᾿ ὃν δοξάζουσιν ὄφιν. ἄτοπα γὰρ καὶ οὗτοι [*](14 vgl. ziir Darstellung des Epiph. insbes. Ps. Tertullian adv. omn. haer. 2 Filastrius haer. 1; S. 2, 9ff Marx Irenaeu adv. haer. I 30, 1ff; I 226ff Harvey Hippolyt refut. V 16ff; S. 111, 6ff Wendland) [*](V M) [*](6 ὄφις Pet.] ὀφθεὶς VM 7 πως *] ὃς VM | τετράπουν Corn.] τετραπλοῦν VM | ἐοικὼς VM 9f μεταλαβοῦσιν V 11 φαρύγγων, erstes γ ausradiert V corr φαρύγων M 13 Unterschrift κατὰ Ἡρακλεωνιτῶν VM 14 Überschrift κατὰ Ὀφιτῶν Ὀ///φιτῶν, φ ausradiert V corr) ἑπτακαιδεκάτη ἡ καὶ τριακοστὴ ἑβδόμη VM 15 δυνάμει + 〈ἐσμὲν〉? * 16 τὴν Öh. Dind.] τῆ VM | πρό///τερον, ο aus ω V corr 17 Ὀφφιτῶν, erstes φ durchgestrichen V corr 18 χρομένων M 22 ὀ///φῖται, φ ausradiert Ycorr 24 ὀ///φῖται, φ ausradiert V corr)

51
ἐρεύγονται, ὡς ἀπὸ τῆς προειρημένης βρώσεως τῆς δυσοδμίας ἐμπεπλησμένοι, καὶ ὡς καινὰ δαιμόνια ἀπατηθέντες οὑτοι τὸν ὄφιν ὡς προεῖπον δοξάζουσι.

καὶ ὅρα εἰς ὅσην προέβη κακομηχανίαν ὁ τούτους ἀπατήσας ὄφις. καθάπερ γὰρ ἐξ ὑπαρχῆς τοὺς περὶ Εὔαν καὶ τὸν Ἀδὰμ ἠπάτησεν, οὕτω καὶ νῦν, κρύπτων ἑαυτὸν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ χρόνῳ τῶν Ἰουδαίων ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας.

εἶτα καὶ προβαινόντων τῶν χρόνων λίχνους ὄντας τοὺς ἀνθρώπους τῇ δι΄ αὐτοῦ ἐκ τῆς παρακοῆς ληφθείσῃ βρώσει ἔτι ὑπονοθεύων καὶ ἐρεθίζων εἰς περισσοτέραν ἀπάτην ἀπὸ τοῦ ὄντος θεοῦ ἀφίστησι, πολλὰ μὲν ὑπισχνούμενος ἀεί, ὡς καὶ ἐξ ἀρχῆς· καὶ γὰρ καὶ τότε ἠπάτησεν λέγων »ἔσεσθε ὡς θεοί«, εἶτα προιόντων τῶν χρόνων τὴν πολύμορφον καὶ τερατώδη φαντασίαν αὐτοῖς ἐξειργάσατο.

ἀπὸ γὰρ τοῦ ἑνὸς καὶ ἀληθινοῦ θεοῦ ἀποστήσας αὐτοὺς ἐνεκίσσησε πάλαι τὴν τῆς εἰδωλολατρείας καὶ πολυθείας βλάσφημον κενοφωνίαν. οὐ γὰρ ἠσαν θεοί, ὥσπερ οὐδέ εἰσιν, ἀλλὰ 〈μόνος〉 ὀ θεός· προεκίσσα δὲ τὴν εἰδωλομανίαν καὶ πολυθείαν καὶ ἀπατηλὴν διάνοιαν.

οὐκ ἦν δὲ αἴτιος μόνος ὁ φαινόμενος τότε ὄφις, ἀλλὰ ὁ έν τῷ ὄφει ὄφις λαλήσας (φημὶ δὲ <ὁ> διάβολος) καὶ τὴν ἀκοὴν τοῦ ἀνθρώπου ταράξας διὰ τῆς γυναικός.

καὶ οὐδὲ τὸ ξύλον ἠν ἁμαρτία (θεὸς γὰρ οὐδὲν πονηρὸν φυτεύει), γνῶσιν δὲ ἐνεποίησε τὸ ξύλον τοῦ εἰδέναι ἀγαθόν τε καὶ φαῦλον.

καὶ οὐχὶ διὰ τὸ εἰδέναι ὁ θάνατος, ἀλλὰ διὰ τὴν παρακοήν. καὶ γὰρ ἡ πᾶσα τοῦ ἐχθροῦ τότε συσκευὴ οὐχ ἕνεκεν τοῦ βρώματος γέγονεν, ἀλλὰ ἕνεκεν τοῦ ἐργάσασθαι αὐτοῖς τὴν παρακοήν.