Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

υἱὸς δὲ ἐν τῷ παρόντι· ἦλθον <δὲ> πάντα ἰδεῖν τὰ ἴδια καὶ τὰ καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, ἀλλὰ τῆς Ἀχαμώθ, ἥτις ἐστὶν θήλεια καὶ ταῦτα ἑαυτῇ ἐποίησεν. κατάγω δὲ τὸ γένος ἐκ τοῦ προόντος καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα«.

καὶ ταῦτα εἰπόντα διαφεύγειν τὰς ἐξουσίας, ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν Δημιουργὸν ἄνω περὶ τὴν πρώτην ὀγδοάδα· βούλονται γὰρ καὶ αὐτοὶ μετὰ τὸν Δημιουργὸν κάτω εἶναι ἑβδομάδα, αὐτὸν δὲ εἶναι ἐν τῷ ἑβδόμῳ >

ὄγδοον, ἐν ὑστερήματι δὲ καὶ ἐν ἀγνωσίᾳ· καὶ λέγειν τὸν ἐκ τοῦ βίου ἐξελθόντα τοῖς περὶ τὸν Δημιουργόν »σκεῦός εἰμι ἔντιμον [*](3 Tgl. S. 36, 16 — 21ff vgl. Irenaeus adv. haer. I 5, 2; I U HaiTey (= Panarion haer. 31, IS, 7; I 413, 23ff)) [*](V M lat.) [*](1 — 6 et cum supradictis invocationibus lat. 7 ἄνω < lat. | vor εἰς + et lat. | ἀοράτως] super invisihilia lat. 8 φασίν < lat. | τῶν τούτων] corpus quiflem ipsorum lat. | κτίσει + mundi lat. 9 αὐτῶν < lat. παρισταμένης] proiciatiir lat. 9 — 13 < lat. 11 <τὸν> Öh. 12 16 τελευτὴν] lies ἀπαλλαγὴν? * 17 παρόντι] in eo qui ante fuit lat.; darnach προόντι Hilgenfeld (unwahrscheinlich) | <δὲ> *] autem lat. 17f ἴδια . . . *] ἀλλότρια . . . ἴδια VM mea . . aliena lat. 18 καὶ οὐκ] non autem lat. | ἀλλὰ + sunt lat. 19 κατάγω δὲ] deducit enim lat. 21 διαφεύγειν] evadere et effugere lat. | ἐξουσίας + dicunt lat. | δὲ] quoque lat. 21 — 24 ἄνω περὶ — ἀγνωσίᾳ < lat. 22 πρώτην] lies wohl κάτω * 23f <οὐρανῷ> * ἐκ *] ἐκ τῶν VM)

47
μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. εἰ ἡ Μήτηρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν καὶ γινώσκω ὅθεν εἰμὶ καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστἰν ἐν τῷ Πατρί, μήτηρ δὲ τῆς Μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης πατέρα, ἀλλ᾿ οὔτε σύζυγον ἄρρενα·

θήλεια δὲ ὑπὸ θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην. ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα«.

ταῦτα δὲ τοὺς περὶ τὸν Δημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης καὶ τοῦ γένους τῆς Μητρός, αὐτὸν δὲ πορευθῆναι εῖς τὰ ἴδια ῥίψαντα τὸν δεσμὸν αὐτοῦ καὶ τὸν ἄγγελον τουτέστιν > ψυχήν. οἴονται μὲν γὰρ μετὰ σῶμα καὶ ψυχὴν εἶναί τι καὶ ἕτερον ἐν ἀνθρώπῳ. καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς συν]ελήλυθεν.

4. Οἱ δὲ συνετοὶ κατακούσαντες τῆς περισσοτέρας αὐτῶν χλεύης καταγελάσαιεν τῆς μιμολογίας, ὡς ἕκαστος αὐτῶν ἕτερα παρὰ τὸν ἕτερον νομοθετεῖ ὡς βούλεται καὶ τῆς τόλμης ἑαυτοῦ οὐκ ἀνακόπτε- ται, ἀλλὰ ὅσαπερ δύναται ἕκαστος ἐπινοεῖ.

καὶ τῶν ἔτι εἰς δεῦρο γεννωμένων παρ᾿ αὐτοῖς καὶ ἐπιφυομένων, οἳ καθ’ ἡμέραν εὑρίσκουσίν τι καινὸν εἰπεῖν καὶ φαντάσαι τοὺς ἐπαγομένους, χαλεπόν ἐστι πάντα τὰ τούτων * ζητῆσαι ἢ ἐξειπεῖν. ὅθεν ἀρκεσθήσομαι πάλιν τοῖς καὶ περὶ ταύτης τῆς αἱρέσεως εἰρημένοις, ἅτινα καὶ εἰς ἡμᾶς ἦλθεν ὑποδείξας.

ἡ δὲ τοιαύτη διδασκαλία τίνι οὐκ ἂν σαφὴς εἴη ὡς μῦθός ἐστι καὶ χλεύη τὸ πᾶν; πόθεν γάρ, ὠ οὗτος σὺ ἢ οἱ πρὸ σοῦ, τὸ σῶμα εἰλήφατε; τὴν δὲ ψυχὴν πόθεν; τὸν δὲ ἐσώτατόν σου ἄνθρωπον πόθεν;

καὶ εἰ μὲν ἄνωθεν ἀπὸ τοῦ ἄνω πνευματικοῦ, [*](13 — 19 frei nach Irenaeus 1 31, 5; 1 188 Harvey cum autem discrepent ab invicem et docirina et traditione et qui recentiores eorum agnoscuntiir affecfant per singulos dies novum aliquid adinvenire et fruetificare quod numquam quisquani excogitavit, durum est omnium describere sententias) [*](V Μ lat. (bis Ζ. 19)) [*](2 ἐγὼ + autem lat. 4 πατέρα Ausgg.] μητέρα YM pairem lat. | ἀλλ’ < lat. | σύ///ζυγον, ν wegradiert Ycorr 5 ὑπὸ θηλείας γενομένη] α femina nata lat.; lies wohl ἀπὸ * | ὑμᾶς Ausgg.] ἡμᾶς VM vos lat. 7 xavza Dind.] τούτους V M haec lat. 8 αὐτὸν] ipsos lat. 9 ῥίψαντα] proicientes lat. | τὸν δεσμὸν αὐτοῦ καὶ τὸν ἄγγελον] nodos ipsorum lat. 10 <τὴν> U 10f οἴονται — ἐν ἀνθρώπῳ < lat. 11 ἕτερον] lies ἐσώτερον? * | ἀπολυτρώσεως + lat. 12 συν]ελήλυθεν *] venerunt lat. 17 γενομένων M | οἳ] ὃ M 19 * sententias lat.: änze etwa <δόγματα> * 21 ὑποδείξας *] ὑποδεῖξαι 24 ἄνω πνευματικοῦ, ἄνω πνευμα auf Rasur Vcorr; vgl. S. 48, 3f)

48
ὡς γέγεις δραματουργῶν καὶ ἐπαγγελίᾳ ἐλπίδος δεπφώσας τοὺς ὑπὸ σοῦ ἠπατημένους, ἵνα σκοπῷ τινι ἐπαρθέντες ὑποσυρῶσι τῇ σῇ γεγοητευμένοι δραματουργίᾳ, λέγε, τίς ἡ κοινωνία τοῦ ἄνω πνευματικοῦ πρὸς τὸ ὑλικόν; τίς ἴε ἡ τοῦ ὑλικοῦ πρὸς τὸ ψυχικόν;

πῶς δὲ ὁ Δημιουργὸς τὰ μὴ ἑαυτοῦ ἐδημιούργει; πῶς δὲ ὁ ἄνω <πνευματικὸς> τὴν παρ᾿ αὐτοῦ δύναμιν πνευματικὴν παρέσχεν τῷ μὴ καλῶς ἐργασαμένῳ Δημιουργῷ; πόθεν δὲ ὁ Δημιουργὸς ἀναμίξας τὸ ἑαυτοῦ ψυχικὸν μετὰ τοῦ ὑλικοῦ τῇ ὕλῃ μᾶλλον ἠθέλησεν ἐγκαταδῆσαι τὴν ἑαυτοῦ δύναμιν;

εἰ δὲ τὴν ἑαυτοῦ δύναμιν βούλεται ἐγκαταμῖξαι, οὐκ ἄρα ἀλλοτρία ἡ ὕλη. εἰ δὲ καὶ ἔστιν ἀλλοτρία, τίς αὐτῷ τῆς ὕλης παρέσχε τὴν ἐξουσίαν;

καὶ πρῶτον λέγε μοι, ὠ ἀπατεών, πότερον μισῶν τὴν ψυχὴν κατέδησεν αὐτὴν τῇ ὕλῃ ἢ ἀγνοῶν τὸ ἐσόμενον;