Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Μεσσία οὐφαρέγνα μεμψαὶ μεν χαλ δαιαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία.

τοῦτο δὲ ποιοῦσιν, ἴνα δῆθεν οἱ λαμβάνοντες ἐπὶ τῇ ἐξόδῳ ταύτας τὰς ἐπικλήσεις τὰς μετὰ τοῦ ὕδατος καὶ ἐλαίου ἤτοι μύρου ἀναμεμιγμένων ἀκράτητοι γένωνται καὶ ἀὁρατοι ταῖς ἄνω ἀρχαῖς καὶ ἐξουσίαις, εἰς τὸ ὑπερβῆναι ἀοράτως τὸν ἔσω αὐτῶν ἄνθρωπον, φασίν, ὡς τῶν σωμάτων τούτων ἐν τῇ

κτίσει καταλιμπανομένων, τῆς δὲ ψυχῆς αὐτῶν παρισταμένης τῷ Δημιουργῷ ἄνω τῷ ἐν Ὑστερήματι γεγονότι, ὥστε καὶ ἐκεῖσε καταμένειν παρ᾿ αὐτῷ, ὑπεραναβαίνειν δέ, ὡς ἔφην, τὸν ἴσω ἄνθρωπον, <τὸν> ἐσώτερον καὶ σώματος· ὃν δὴ θέλουσι [λέγειν] ἐκ τοῦ ἄνωθεν κατεληλυθέναι.

3. Ἐγκελεύονται δὲ τοῖς οὕτω παρ᾿ αὐτοῖς ἐμπεπαιγμένοις, ὅτι, φησίν, ἐὰν ἔλθῃς ἐπὶ τὰς ἀρχὰς καὶ ἐξουσίας, ἔχε ἐν μνήμῃ τάδε εἰπεῖν μετὰ τὴν ἐντεῦθεν τελευτήν »ἐγὼ υἱὸς ἀπὸ Πατρός, Πατρὸς προόντος,

υἱὸς δὲ ἐν τῷ παρόντι· ἦλθον <δὲ> πάντα ἰδεῖν τὰ ἴδια καὶ τὰ καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, ἀλλὰ τῆς Ἀχαμώθ, ἥτις ἐστὶν θήλεια καὶ ταῦτα ἑαυτῇ ἐποίησεν. κατάγω δὲ τὸ γένος ἐκ τοῦ προόντος καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα«.