Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δῶμεν γὰρ αὐτὸν διὰ τὸ τὸν ἄνω που αὐτοῦ πατέρα Ἄνθρωπον καλεῖσθαι υἱὸν Ἀνθρώπου ἑαυτὸν ὀνομάζειν καὶ οὐκ ἀπὸ τῆς σαρκὸς ἡς ἔλαβεν ἀπὸ παρθενικῆς μήτρας τουτέστιν ἀπὸ Μαρίας τῆς ἁγίας γεννηθεὶς διὰ πνεύματος ἁγίου) κατὰ τὸν τοῦ ἐλεεινοῦ Κολορβάσου τούτου λόγον, —

τί ἂν εἴποι περὶ οὗ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν, ὡς τοῖς Ἰουδαίοις ἔλεγεν νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου«·

καὶ οὐκέτι ἐνταῦθα εἶπεν, τοῦ ἀνθρώπου πατρός μου, ἀλλὰ περὶ μὲν πατρὸς ὁμολογῶν θεὸν τὸν τῶν ὅλων ἐσήμανεν, περὶ δὲ ἑαυτοῦ, ὅτι ἐνηνθρώπησεν ἐν ἀληθείᾳ, ἄνθρωπον ἑαυτὸν ἔφασκεν·

ὡς καὶ οἱ ἀπόστολοί φασιν, ἴνα ἡ ἀλήθεια πανταχόθεν συσταθῇ καὶ γνωσθῇ πόθεν ἐστὶν τὰ τῷ κυρίῳ ὀνόματα συναφθέντα »Ἰησοῦν ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς σημείοις καὶ τέρασι« καὶ τὰ ἑξῆς.

τί τοίνυν πρὸς ταῦτα φαίης ἄν, ὦ πάντων ἀνθρώπων ἐλεεινότατε, ἐπειδὴ ἄνωθεν ἥκεις φέρων ἡμῖν καινὰς ὀνομασίας καὶ σεμνύνῃ ἐφ᾿ οἷς τὸ τοῦ ἀνθρώπου ὄνομα αὐτῷ τῷ πάντων δεσπότῃ καὶ πατρὶ τῶν ὅλων προσάψαι ἐτόλμησας, ὡς ἐκ τούτου καλεῖσθαι τὸν κύριον υἱὸν Ἀνθρώπου διὰ τὸ τὸν πατέρα Ἄνθρωπον καλεῖσθαι.

εὑρὲ ἡμῖν καί τινα ἄλλην προσηγορίαν τῷ πατρὶ ἁρμόζουσαν 〈κατὰ〉 τό »ἄνδρα ἀποδεδειγμένον«· ἀλλ’ οὐκ ἂν εὕροις ποτέ. εἰ γὰρ καὶ ἀνὴρ ἄνθρωπός ἐστι καὶ πρὸς ἀντιδιαστολὴν τῆς γυναικὸς τὸν ἄνθρωπον ἄνδρα καλοῦμεν, ὅμως οὐκ ἂν καὶ ἐν τούτω μηχανήσασθαί τι δυνηθείης.

ἄνευ γὰρ σχημάτων καὶ μελῶν κρυφίων τε καὶ ὁρατῶν ἀνὴρ οὐ δυνήσεται καλεῖσθαι. λέγομεν γὰρ καὶ τὴν γυναῖκα ἄνθρωπον, ἀλλ’ οὐκ ἀνδρα. διὸ καὶ ὁ ἄνθρωπος λέγομεν καὶ ἡ ἄνθρωπος.

διαιροῦντες δὲ τὸ γένος ἰδιαζόντως τὴν μὲν θήλειαν γυναῖκα καλοῦμεν, τὸν δὲ ἄρρενα ἄνδρα. αὕτη γὰρ διάκρισίς ἐστι τοῦ γένους ἄρρενος καὶ θηλείας, τὸ ἀνὴρ καὶ γυνή, διαιρουμένης τῆς τῶν γενῶν σχέσεως. ὁμωνυμικῶς δὲ ἄνθρωπος καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ καλεῖται.

3. Τούτων τοίνυν οὕτως ἐχόντων ἥκετέ μοι πάντες θεοῦ δοῦλοι, οἱ τῆς ἀληθείας ἐρασταί, καὶ γελάσατε τὸν ἀπατεῶνα καὶ ἀγύρ- [*](6 Job. 8, 40 — 13 Act. 2, 22) [*](V M) [*](1 δῶμεν γὰρ M ναι γὰρ ausgestrichen, hierauf auf Rasur δῶμεν wohl aus εἴπωμεν hergestellt u. γὰρ übergesetzt Vcorr | διὰ τὸ τὸν ἄνω που*] διὰ τὸ τὸν ἄνω aus διά που τὸν ἄνω hergestellt Vcorr διὰ τὸ τὸν ἄνω M 7 ἀποκτεῖναι am Rande nachgetragen V corr < M 16 ὀνομασίας] ἀνομίας Μ | τῷ] τῶν 20 <κατὰ> *)

43
την Κολόρβασον, μᾶλλον δὲ πενθήσατε τοὺς ἀπατηθέντας καὶ ἑαυτοὺς καὶ πολλοὺς ἀπολέσαντας.

αὐτοὶ δὲ θεῷ εὐχαριστήσωμεν, ὡς διὰ μικρῶν καὶ ἁπλῶν λόγων ἡ ἀλήθεια τοὺς αὐτῆς υἱοὺς εἰς ὁδον εὐθεῖαν ὁδηγεῖν εἴωθεν καὶ τὰ σχέτλια καὶ πολύκομπα, διὰ πολλῆς μηχανῆς καλλωπισθέντα, διασκεδάννυσιν ἀνατρέπει τε καὶ ἀφανίζει, ἡσυχῆ βαίνουσα, ὡς σαφῶς ἔστιν ἐδεῖν ἀπὸ τοῦ προφητικοῦ λόγου.

ἐγκαλῶν γὰρ ὁ προφήτης τοῖς τὰ δεινὰ περιεργαζομένοις καὶ πολύφημα ἐπινοοῦσιν εἰς ἑαυτῶν ἀπάτην ἔλεγεν »διὰ τὸ μὴ θέλειν ὑμᾶς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀνάγει ἐφ᾿ ὑμᾶς κύριος τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸν βασιλέα τῶν Ἀσσυρίων((.

ὕδωρ γὰρ Σιλωὰμ ἐστὶν διδασκαλία τοῦ ἀπεσταλμένου. τίς δ᾿ ἂν εἴη οὑτος ἀλλ ἢ ὁ κύριος Ἰησοῦς, Ἰησοῦς, ὁ ἀπὸ τοῦ θεοῦ πατρὸς αὐτοῦ ἀπεσταλμένος; ἡσυχῃ δὲ διὰ τὸ μηδὲν κενόφωνον μηδὲ ἐπίπλαστον*, ἀλλὰ ἐν ἀληθείᾳ* τὴν ἁγίαν αὐτοῦ νύμφην, τὴν παρ᾿ αὐτῷ περιστερὰν καλουμένην διὰ τὸ ἄκακον καὶ ἥμερον καὶ καθαρώτατον τοῦ ζῴου ἐν τοῖς ᾄσμασι τοῦ Σολομῶνος.