Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃ σάρκα περιεβάλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχον ἐν ἑαυτῷ αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνότες † αὐτὸν ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς ὁδοῦ γενηθέντος πρὸς τὸν Πατέρα τῆς ἀληθείας.

τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν καὶ καθελεῖν τὸν θάνατον. ἀγνοίας δὲ λύσις ἡ ἐπίγνωσις αὐτοῦ ἐγίνετο. καὶ διὰ τοῦτο ἐκλεχθῆναι τὸν κατὰ τὸ θέλημα αὐτοῦ κατ᾿ εἰκόνα τῆς ἄνω δυνάμεως οἰκονομηθέντα Ἄνθρωπον.

Ἀπὸ τετράδος γὰρ * προῆλθον οἱ Αἰῶνες. ἦν δὲ ἐν τῇ τετράδι Ἄνθρωπος καὶ ἡ] Ἐκκλησία, Λόγος καὶ Ζωή. ἀπὸ τούτων οὖν δυνάμεις, φησίν, ἀπορρυεῖσαι ἐγενεσιούργησαν τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν.

καὶ τοῦ μὲν Λόγου ἀναπεπληρωκέναι τὸν τόπον τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον πνεῦμα, το[ου δὲ Ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τὸ τῆς τῆς Ἐκκλησίας τόπον ἡ παρθένος ἐπέδειξεν.

οὕτως τε ὁ κατ᾿ οἰκοομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ᾿ αὐτῷ ἄνθρωπος, ὃν ὁ Πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ.

ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναδραμόντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾧ ὑπάρχει τὸ σπερμα [*](V M lat. Hipp, (von Z. 12 an)) [*](1 Χριστὸς V M 2 μὲν οὖν] autem. lat. 3 τὸν υἱὸν Ausgg.] τοῖς υἱοῖς V M ftuus lat. 4 ὃ Ausgg.] ὃς V M hoc, quod est lat. | σάρκα] secundinn carnem lat. 5 ἔχον Ausgg.] ἔχων V M 5f αὐτὰ τὰ] ipsum quoque lat. 6 † αὐτὸν] eum lat.; alter Fehler ür αὐτὸ * 7 . . δὲ] et . . lat. | ὁδοῦ] ducatore lat. | γεννηθέντος V M 8 γὰρ hineingeflickt Vcorr *) καθελεῖν, ελεῖν auf Rasur Vcorr 10 ἐκλεχθῆναι] dictum lat. | τὸν hinter θέλημα αὐτοῦ (Z. 11) lat. | hinter τὸν 1—2 Buchstaben ausradiert —14 περὶ δὲ τῆς τούτου δημιουργίας οὕτως λέγει· ἀπὸ τῆς τετράδος τῆς δευτέρας δυνάμεις ἀπορρυείσας Hipp. 12 * alte ücke, änze nach Hipp, τῆς > * | ἦν auf Rasur Vcorr 13 [ἡ] Hipp. 14 ἐγενεσιούργησαν] Hipp. | τὸν nachgetragen Vcorr; vor Ἰησοῦν kleine Rasur, τὸν getilgt? 15 μὲν < Hipp. | τὸν τόπον] τοῦτον u. vor ἀναπεΠληρωκέναι 16 τοῦ ὑψίστου Hipp.] τοῦ υἱοῦ V M altissimi lat. 16f τὸν δὲ — ἐπέδειξεν] τῆς δὲ Ἐκκλησίας τὴν παρθένον Hipp. 17 τε < Hipp. 18 παρ’ αὐτῶν 18f ὃν ὁ πατὴρ — αὐτοῦ < Hipp. 20 ἀναβαίνοντα Hipp. 21 ὑπάρχει] lat.)

21
τούτων τῶν συσπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων.

αὐτὴν δὲ τὴν δύναμιν τὴν κατελθοῦσαν σπέρμα φησὶν εἶναι τοῦ Πατρός, ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸ Υἱόν, τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας Αἰῶνας.

καὶ τοῦτ᾿ εἶναι τὸ πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ στόματος τοῦ Ἰησοῦ, τὸ ὁμολογῆσαν σαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα· κατελθὸν τοι <τοι γε> εἰς τὸν Ἰησοῦν ἡνῶσθαι [δ’] αὐτῷ. καὶ καθεῖλε μὲν τὸν θάνατον, ὁ ἐκ τῆς οἰκονομίας σωτὴρ <Ἰησοῦς> ἐγνώρισε δὲ τὸν Πατέρα † εἶναι οὖν † τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει,