Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

αἵτινες δυνάμεις ὁμοῦ, φησί, πᾶσαι εἰς ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον ὑφ᾿ οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς ἠΧῆς ἀναπέμπεται εἰς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς τῆς γῆς.

Τε ἀπόδειξιν φέρει ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ [*](Y M lat. Hipp.) [*](3f ὥς — Σιγή < Hipp. 4 βουλῆς < Hipp. | vor τὸν + et lat. ἀριθμὸν < Hipp. | ἐπὶ2] ab lat. 6 ἢ διχοτομηθέντα < Hipp. praecisus lat. 7 αὑτοῦ Hipp. | τε < lat. | ἀπ᾿ αἰτοῖ] ἑαυτοῦ Hipp. 8 το///ν, ο aus ω Vcorr | τὸν] τὴν ζωὴν Hipp. | κατὰ μίμησιν] μιμήσει Hipp. | ἑβδομάδος] ἑπταδυνάμου Hipp. 9 τοῦ] huius lat. 10 μὲν οὒν] autem lat. | αὐτὸς οὐτος] ipse lat. οὗτος Hipp. | τῷ < Hipp. 11 γενόμενα Hipp. | δὲ] reliqua vero lat. | τὰ δὲ διακονεῖ] τὰ δι᾿ εἰκόνων Hipp. | ἀμιμήτων] imitabilium lat. | τῆς Ἐνθυμήσεως Hipp. 12 τὸ ἄλφα Hipp. 13 τὸ εἶ Hipp. | <τὸ> Hipp. | ὁ δὲ τέταρτος καὶ ὁ μέσος Hipp. | τῶν ἑπτὰ] numeri VII 14 ἐκφωνεῖ < Hipp. | τὸ ο] τὸ οὖ Hipp. 15 ἀπὸ τοῦ μέσου Hipp.] μέρους V < M a mcdio lat. 15f στοιχεῖον — διαβεβαιοῦται < Hipp. αἵτε Hipp. 17 ὁμοῦ, φησί, πᾶσαι] ait omnes simul lat. πᾶσαι Hipp. | εἰς ἀλλήλας] εἰς ἓν Hipp. 18 ἠχήσεως Hipp. | ἀνεπέμφθη] mittitur lat. Hipp. | εἰς] πρὸς Hipp. 19 f φερόμενον] clelatum lat. 20 γενέσθαι] factum lat. γίνεσθαι Hipp. + τὴν] τῶν Hipp. 21 φέρει] affert lat. < Hipp. | ἡ Hipp.] ἠχὴ V M anima lat.)

17
μήτρας προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. καθὼς οὖν αἱ ἑπτά, φησί, δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα καὶ θρηνοῦσα * Μάρκον δοξάζει αὐτόν.

διὰ τοῦτο δὲ καὶ τὸν Δαυὶδ εἰρηκέναι »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον«, καὶ πάλιν »οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ«· καὶ διὰ τοῦτο ἔν τε πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη, εἰς διυλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ.

8. Καὶ περὶ μὲν τοῦ παντὸς ὀνόματος, τριάκοντα ὄντος γραμμάτων τούτου, καὶ τοῦ Βυθοῦ, τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε > τῆς Ἀληθείας σώματος δωδεκαμελοῦς ὄντος, ἑκάστου > ἐκ δύο γραμμάτων συνεστῶτος, καὶ τῆς δωνῆς αὐτῆς, ἣν προσωμίλησε <προσωμίλησε μὴ> προσομιλήσασα, καὶ περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατ᾿ εἰκόνα οἰκονομίαν, οὕτως ἐλήρησεν.

ἑξῆς δὲ ὡς ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ Τετρακτὺς αὐτῷ ἀπαγγελοῦμεν, ἵνα μηδὲν λάθῃ σε τῶι εἰς ἡμᾶς ὑπ᾿ αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς πολλάκις ἀπᾐτησας παρ᾿ ημῶν.

Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῶν Σιγὴ τὴν γένεσθιν τῶν εἰκοσιτεσσάρων στοιχείων· τῇ Μονότητι συνυπάρχειν ἑνότητα, ἐξ ὧι δύο προβολαί, καθὰ προείρηται, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὒσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες.

καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὓτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς.