Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Οὗτος οὐ > Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολορβάσου Σιγῆς αὑτὸν μονώτατον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων, αὐτὸ τὸ τοῦ Ὑστερηματος <οὖν ὁ> κατατεθὲν εἶς αὐτὸν ὧδέ πως ἀπεκύησεν.

αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτὸν (ἐπειδή, φησί, τὸ ἄρρεν ὁ κόσμος φέρειν οὐκ ἠδύνατο) καὶ μηνῦσαι αὑτήν, τίς ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτεοὐδὲ θεῶν οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι οὕτως εἰποῦσαν·

ὅτε τὸ πρῶτον ὁ Πατήρ, οὗ οὐκ ἔστιν > οὐδείς, ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς ὑπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς.

ἡ δὲ ἐκφώηνσις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων. ἐπισυνῆψεν <τε> τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων ἑξῆς ἐλάλησε τὴν τρίτην, καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δέκα. καὶ τὴν μετὰ ταῦτα ἐλάλησε καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δεκαδύο. οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων μέν τριάκοντα, συλλαβῶν [*](V M lat.; von Ζ. 8 an Hippolyt refut. VI 42, 3ff; S. 173, 25ff Wendland) [*](1 Toizo] hoc ipsiun lat. | ἡσυχῆ δέ πως] in silentio sensim lat. | δὲ] γε ül. * etwa > *] retrahimt lat. 3 μήτε1 nachgetragen Vcorr | intus . . foris lat. 5 οὕτως V | <οὖν ὁ> Ausgg.] igitur lat. 5f Σιγῆς αὑτὸν] εἰσηγήσατο αὐτὸν aus Σιγῆς αὐτὸν hergestellt Vcorr εἰσηγήσατο αὐτὸν M silentii semet lat. 6f αὐτὸ τὸ τοῦ Ὑστερήματος < lat. 7 <σπέρμα> Ausgg.] sewen lat. | πως < πανυπερτάτην ἀπὸ] quae quae est a summis et ab lat. | τόπων Ausgg.] τούτων V M locis lat, 9 γυναικείῳ Ausgg.] γυναικείου VM muliehri lat. 10 μηνῦσαι τι quoque lat. | τίς] ἥτις Hipp. 12 solo lat. μόνῳ Hipp. 13 οὗ οὐκ ἔστιν > οὐδείς *] ὤδινεν V M cuius pater nemo est lat. αὐτοῦ Hipp. 14 ῥητὸν ausradiert Veorr < M | γε γενέσθαι Hipp.] γεννηθῆναι V M fieri lat. | + sibi lat. 16 ἐπέδειξεν Hipp. | αὐτῷ VMHipp.] ei lat.; alter Fehler ür αὐτὸ?* αὐτὸς zu ὃ ἦν gezogen lat. 18 ἥτις < lat. | ἦν2 < lat. 19 ἐπισυνῆψεν coniunxit et lat. ἔπειτα συνῆψε Hipp. | καὶ2 < lat. 20 ἑξῆς ἐλάλησε] ἐξελάλησε Hipp. | ἐλάλησε + et lat. | καὶ1] ἥτις Hipp. | καὶ] *] < lat. αὐτὴ < Hipp. 21 μετὰ ταῦτα] τετάρτην Hipp. | καὶ] *] < lat. Hipp.) 22 τοῦ ὀνόματος ὅλου ἡ ἐκφώνησις Hipp. | μὲν < lat.)

11
δὲ τεσσάρων.

ἕκαστον Τε τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαραχτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκειν † αὐτόν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλὰ ὃ † αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶς ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν.

ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωσσήσαντα καταντήσαι.

τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῆ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ημῶν ὑπέθετο εἶναι. τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.

Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ Αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε, τὰ δὲ καθ’ ἕνα αὐτῶν καὶ ἑκάστου ἔδια ἐν τῷ ὀνόματι τῆς ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη.

ὧν στοιχείων τοῦ <ἐσχάτου> στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προήκατο τὴν αὐτοῦ· οὗ <ὁ> ἦχος ἐξελθὼν κατ’ εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧι τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι καὶ τὰ πρὸ τούτων γεγεννῆσθαι.