Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἤδη δὲ τῶν πιστοτέρων τινὲς γυναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ θεοῦ καὶ μὴ ἐξαπατηθεισῶν, ἃς ὁμοίω; ταῖς λοιπαῖς ἐπετήδευσε παραπείθειν κελεύων αὐταῖς προφητεύειν, καὶ] καταφυσήσασαι καὶ καταθεματίσασαι αὐτὸν ἐχωρίσθησαν τοῦ τοιούτου † θιάσου,

ἀκριβῶς εἰδυῖαι ὅτι προφητεύειν οὐχ ὐπὸ Μάρκου τοῦ μάγος ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλ οἷς ἂν ὁ θεὸς ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὐτοῦ, οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε θεὸς βούλεται, ἀλλ᾿ οὐχ ὅτε Μάρκος κελεύει.

τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲγ προηγεῖται, τὸ δὲ ὑποτέτακται. εἰ οὖν Μάρκος μὲν κελεύει ἢ ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις <ἀπὸ> τοῦ οὗτοι πάντοτε παίζειν καὶ ἀλλήλοις ἐγκελεύσεθαι τὸ προφητεύειν καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὤν, ὅπερ ἀδύνατον.

ἀλλὰ τοιαῦτα κελευόμενα ὑπ᾿ αὐτῶν πνεύματα καὶ λαλοῦντα, ὁπότε βούλονται αὐτοί, ἐπίγεια καὶ ἀδρανῆ ἐστι, τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴv πίστιν ἣν ἀπ᾿ ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον φυλασσςόντων.

3. Ὅτι δὲ φίλτρα καὶ ἀγώγιμα πρὸς τὸ καὶ τοῖς σώμασιν αὐτῶν ἐνυβρίζειν ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, εἰ καὶ μὴ πάσαις, αὗται πολλάκις ἐπιστρέψασαι εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα ἠχρειῶσθαι ὑπ᾿ αὐτοῦ καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφιληκέναι·

ὥστε καὶ διάκονόν τινα τῶν ἐν τῇ Ἀσίᾳ τῶν] ἡμετέρων ὑποδεξάμενον αὐτὸν εἰς τὸv οἶκον αὐτοῦ περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης καὶ τὴν γνώμην καὶ τὸ σῶμα διαφθαρείσης ὑπὸ τοῦ μάγου τούτου καὶ ἐξακολουθησάσης αὐτῷ πολλῷ χρόνῳ· [*](V M lat.) [*](1 vor κατὰ + lat. | προθυμουμένη] cupit lat.; lies ποθουμένη? * 3 πιστοτέρων Ausgg.] προτέρων V M fidelissimis lat. 5 καὶ] *] < lat. 6 ει aus ι Vcorr | τοῦ τοιούτου † θιάσου] ab huiusmodi msano, qui se divinum spirare simulabat lat.; lies etwa ἀπὸ τοῦ τοιούτου γόητος, θεῖόν τι πνέειν προσποιουμένου * 12 > τοῦ κλήρου *] sortibus lat. 13 πάντοτε] lat. 14 vor ἑαυτοῖς + eos lat. 16 τοιαῦτα + qiddem lat. 17 ἐπίγεια *] ἐπίσαθρα, σαθρ auf Rasur Vcorr ἐπίσαθρα M terreni lat. 20 ὅτι δὲ] adhuc etiam lat. | vor φίλτρα + et lat. | πρὸς τῶ Y 21 ἐμποιεῖ) efficit lat. | οὑτος ὁ] hic idem lat. 23 ἠχρειῶσθαι . . . καὶ ἐρωτικῶς] exterminatas . . . vclut cupidine et inflamm atas lat. 24 τῶν] * 25 ταύτῃ τῇ] huiusmodi lat. | vor τῆς + nam lat.)

9

ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων αὐτήν, τὸν ἅπαντα χρόνον ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφ᾿ ᾗ ἔπαθεν ὑπὸ τοῦ μάγου διαφθορᾷ.

Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς αὐτοῖς, ἐξαπατῶντες γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτὸυς ἀναγορεύοντες, ὡς μηδενὸς δυναμένου ἐξισωθῆναι τῷ μεγέθει τῆς γνώσεως αὐτῶν, μηδ᾿ ἂν ΙΙαῦλον μηδ᾿ ἂν ΙΙέτρον εἴπῃς μηδ᾿ ἄλλον τινὰ τῶν ἀποστόλων,