Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Πρὸς δὲ τούτοις ἀμύθητον πηῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶς ἔπλασαν, παραφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα.

προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κἀκεῖνο τὸ ῥᾳδιούργημα, ὡς τοῦ κυρίου παιδὸς ὄντος καὶ μανθάνοντος τὰ γράμματα, τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστίν· εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα.

πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύοντος εἰπεῖν, ἀποκρίνασθαι τὸν κύριον· σύ μοι πρότερον ἐπὲ τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ αλφα.

Ἔνια Τε καὶ τῶν ἐν τῷ εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν, ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν »οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;« ὃν οὐκ ᾔδεισαν, φασί, πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλάς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς θεόν.

καὶ τῷ εἰπόντι αὐτῷ »διδάσκαλε ἀγαθέ« τὸν ἀληθῶς ἀγαθὸν θεὸν ὡμολογηκέναι εἰπόντα »τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός. ὁ πατὴρ ἐν τοῖς οὐρανοῖς«· οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι.

καὶ διὰ [*](8 Dan. 12, 9f — 22 Luk. 2, 49 — 23f vgl. Matth. 10, 5f — 25 Mark. 10, 17f — 27ff vgl. Matth. 21, 23ffk u. Par.) [*](V Μ lat.) [*](1 θέλουσιν] λέγουσι Μ 2 καὶ < lat. 3 δὲ oben über Vcorr | Dind.] οὐδὲ YM Που lat. | τοῦ aus τῶν Vcorr | ὑπὸ Ausgg.] ἐπὶ V M ab lat. 4 παρεπινοουμένου] adinveiitus lat. | vor αὐτὸς wohl einzusetzen > * 5 vor τοῦ λόγου ein καὶ getilgt Vcorr 10 ευ] Dind. < lat.; τοὺς? ül. 14f — γράμματα < V 15 τοῦ διδασκάλου Dind. Oh.] τὰ διὰ τοῦ διδασκάλου M ebenso doch τὰ oben über Vcorr 16 lat. 18 σοι] ego lat. 19 ἐν τῷ τύπῶ] in typum lat. 20 καὶ < lat. 21 ἀπόκρισιν + dicens lat. 25 nach καὶ von 5 Buchstaben V 25f ὁμογηκέναι V ὁμολογηκέναι M 27f διὰ τοῦ] propter hoc lat.)

34
τοῦ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ »ἐν ποίᾳ δυνάμει τοῦτο ποιεῖς«, ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς τὸ ἄρρητον τοῦ Πατρὸς ἐν τῷ <μὴ> εἰπεῖν δεδειχέναι αὐτὸν ἐξηγοῦνται.

ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι »πολλάκις λάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα« ἐμφαίνοντός φασιν εἶναι διὰ τοῦ »ἕνα« τὸν ἀληθῶς ἕνα θεόν, ὃν οὐκ ἐγνώκεισαν.

ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπ᾿ αὐτὴν καὶ εἰπεῖν »εἰ ἔγνως καὶ σὺ σήμερον τὰ πρὸς εἰρήνην; ἐκρύβη δὲ <ἀπὸ> σοῦ«, διὰ τοῦ »ἐκρύβη« ῥήματος τὸ ἀπόκρυφον τοῦ Βυθοῦ δεδηλωκέναι.

καὶ πάλιν εἰπόντα »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ μάθετε ἀπ᾿ ἐμοῦ«, τὸν τῆς ἀληθείας πατέρα κατηγγελκέναι. ὅ γὰρ οὐκ ᾔδεισαν, φασί, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν.