Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

12. Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβάτου καὶ ἀνεύρεσιν ἑνώσαντες ἐπὶ τὸ αὐτὸ μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι·

καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν. πάλιν δ᾿ αὖ ἡ δυὰς ἀέ αὐτῆς προελθοῦσα ἕως τοῦ ἐπισήμου, [*](V M lat. Hipp, (von Z. 21 an)) [*](1 προπανυπερτάτου] sublimissimae lat. | <οὐσίαν> *] substantiam lat. ἀφώνους, ἀ vorgesetzt Vcorr φωνὰς M | ὑπομερίζων τὸ ἄφωνον, von ζων an auf Rasur Vcorr 3 αὐτῶ ν, ν angeflickt Vcorr in his lat. | τούτου Ausgg.] τοῦ υἱοῦ V M huius lat. | ἐπιψευδόμενος] mentiens lat. 5 <καὶ> Ausgg.] et lat. 6 divinae aspirationis lat. | ἐμμέτρως < lat. 13 σοὶ χορηγεῖ σὸς Ausgg.] χορηγεῖς ὡς V M tibi praestat tuus lat. | ἀεὶ < lat. 14 δυνάμεως + M ἐγχειρήματα am Rande nachgetragen Vcorr 18 εὐέλεγκτα] ut facile argui et eonvinei possint lat. 19 αὐτῶν < lat. 21 οἱ < M | ἐκ μονάδος mit λέγουσι γὰρ ταῦτα Hipp. 22 φάσκοντες < Hipp. | συνεστάναι Hipp, ἀπὸ + μὲν Hipp. | ἕων M 23—25 μία γὰρ — ἀριθμόν < Hipp. ivnum lat. | καὶ2 < Μ 24 τὸν, ν angeflickt Vcorr τῆ M 25 ἡ < ἀέ αὐτῆς <)

24
οἷον δύο καὶ τέσσαρες καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξεν.

καὶ πάλιν ἀπὸ τῆς δυάδος ὁμοίως αριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντάς ἀνεδείχθη, ἐν ᾗ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς.

τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος λέγουσι, καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι.

τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς † δωδεκάδος ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἲναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν.

οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας — ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα — ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.

Οὐκ ὀκνήσω δὲ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἲναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα τὴν τριακοντάδα ἐπιδεικνύουσιν.