Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οἱ δὲ τὰ ἀπὸ περιεργίας * ὁρῶντες δοκοῦσι δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι καὶ τῶν παρ᾿ αὐτοῖς ταῦτα ποιούντων.

τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι, μὴ γινώσκοντες δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ᾿ αὐτοῦ παιγνίου ὡς ἔπος ἐπιτελεῖται. ἐπιτελεῖται. αὐτοὶ γὰρ ἐμβρόντητοι παντάπασι γεγόνασιν, ὑπαχθέντες κακῇ τινι ὑπονοίᾳ.

φασὶ γὰρ τρία ποτήρια λευκῆς ὑάλου παρ’ αὐτοῖς ἑτοιμάζεσθαι κεκραμένα λευκῷ οἴνῳ καὶ ἐν τῇ ἐπιτελουμένῃ παρ᾿ αὐτοῦ ἐπῳδῇ, τῇ νομιζομένῃ εὐχαριστίᾳ, μετα- [*](V M 6—16 fast wörtlich nacli Irenaeus adv. haer. I 13, 1; I (=lat.); vgl. auch Hippolyt refut. VI 39, 1; S. 170, 11—14 Wendland) [*](1 Überschrift κατὰ Μαρκωσίων ιݲδݲ ἡ καὶ τριακοστὴ τετάρτη V M 4 ν wegradiert Vcorr 6 παρ᾿] ὑπ᾿ statt παρ’ Vcorr ὑπ᾿ Μ 8 vor μαγικῆς + <ἅτε> * 11 ἀκατο///νομάστων, ο aus ω Vcorr | ἔχοντι aus ἔχων Vcorr 12 Ἀναξιλάου, α auf Rasur Vcorr 13 vor τῆ zwei Buchstaben ausradiert V 15 ἀπ’ *] ὑπ᾿ V M 16 * <ὁρμώμενα>*)

6
βάλλεσθαι εὐθύς, τὸ μὲν ἐρυθρὸν * ὡς αἷμα, τὸ δὲ πορφύρεον, τὸ δὲ κυάνεον.

Ἐγὼ τοίνυν ἵνα μὴ εἰς δεύτερον κάματον ἑαυτὸν ἐπιδῶ, ἁρκεσθῆναι δεῖν ἡγησάμην τοῖς ἀπὸ τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου Εἰργωαίου κατ᾿ αὐτοῦ τοῦ Μάρκου καὶ τῶν ἐξ αὐτοῦ ὁρμωμένων πραγματευθεῖσιν, ἅτινα ἐνταῦθα πρὸς ἔπος ἐκθέσθαι ἐσπούδασα, καὶ ἔστιν τάδε. φάσκει γὰρ αὐτὸς Εἰργναῖος ὁ ἅγιος ἐν τῷ ὑποφαίνειν τὰ ὑπ᾿ αὐτῶν γενόμενα, λέγων οὕτως·

ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ.