Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δι᾿ οὖ καῖ ἀπόλλεσθαι ἐκινδύνευον, δεύτερόν τινα, ὡς κατὰ περίστασιν ἦττον κακὸν ἀντὶ μείζονος ἀντικάταλλασσόμενος, τὸν τοῦ ἀποσταστίου νόμο ἀφ᾿ ἐαυτοῦ ἐνομοθέτησεν αὐτοῖς, ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυλάσσειν,

κἄν τοῦτόν Τε φυλάξωσι καὶ μὴ εἰς ἀδικίας καὶ κακίας ἀκτραπῶσι, δι᾿ ὦν απώλεια αὐτοῖς ἔμελλεν τελετοτάτη ἐπακολουθήσειν.

αὕτη μὲν ἡ τούτου γνώμη, καθ’ ἥν ἀντινομοθετῶν εὐρίσκεται τῷ θεῷ· πλὴν ὅτι γε Μωσέως αὐτοῦ δείκνυται ἐνταῦθα ἔτερος ὤν παρἂ τὸν τοῦ θεοῦ νόμον, ἀναμφισβήτητόν ἐστι, κἄν δι᾿ ἑνὸς τανῦν ὦμεν δεδειχότες.

ὅτι δὲ καὶ τῶι πρεσβυτέρων εἰσίν τινες συμπεπλεγμέναι παραδόσεις ἐν τῷ νόμῳ, δηλοῖ καὶ τοῦτο ὁ σωτήρ. »ὁ γὰρ δέός« φησίν »εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται.

ὑμεῖς δέ, φησίν, εἰρήκατε, τοῖς πρεσβυτέροις λέγων· δῶρον τῷ θεῷ ὃ ἐὰν ὠφεληθῇς ἐξ ἐμοῦ, καὶ ἠκυρώσατε τὸν νόμον τοῦ δεοῦ, διὰ τὴν πσράδοσιν ὑμῶν τῶι πρεσβυτέρων.

τοῦτο Τε Ἠσαΐας ἐξεφώνησεν εἰπών· ὁ λαὸς οὖτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀΠ’ ἐμοῦ. μάτη δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων«.

σαφῶς οὖν ἐκ τοὐτων εἰς τρία διιρούμενος ὁ σύμπας ἐκεῖνος δείκνυται νόμος· Μωσέως τε γὰρ αὐτοῦ καὶ τῶν πρεσβυτέρων καὶ αὐτοῦ τοῦ δεοῦ εὕρομεν νομοθεσίαν ἐν αὐτῷ. αὕτη μὲν οὖν ἡ διαίρεσις τοῦ σύμπαντος ἐκείνου νόμου ὦδε ἡμῖν διαιρεθεῖσα τὸ ἐν αὐτῷ ἀληθὲς ἀναπέφαγκεν.