Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εῖρημένων. πεπόνθασι δὲ τοῦτο ἰδίως ἑκάτεροι αὐτῶν, οἱ με) διὰ τὸ ἀγνοεῖν τὸν τῆς δικαιοσύνης δεόν, οἱ δὲ διὰ τὸ ἀγνοεῖν τὸν τῶν ὅλων πατέρα, ὅν μόνος ἐλθὼν ὁ μόνος εἰδὼς ἐφανέρωσε.

περιλείπεται δὲ ἡμῖν ἀξιωθεῖσί γε τῆς αὐφοτέρων τούτων <γνώσεως> ἐκφῆναί σοι καὶ αὐτόν τε τὸν νόμον, ποταπός τις εἴη, καὶ τὸν ὑφ᾿ οὖ τέειται, τὸν νομοθέτην, <τῶν> ῥηθησομένων ἡμῖον τὰς ἀποδείξεις ἐκ τῶν τοῦ ἡμῶν λόγων παριστῶντες, δι᾿ ὦν μόνον ἔστιν ἀπταίστως ἐπὶ τὴν κατάληψιν τῶν ὅντων ὁδηγεῖσθαι.

4. Πρῶτον οὖν μαθητέον ὅτι ὁ σὔμπας ἐκεῖνος νόμος ὁ ἐμπεριεχόμενος τῇ Μωσέως πεντατεύχῳ οὐ πρὸς ἐνός τινος νενομοθέτηται, λέγω δὴ οὐχ ὑπὸ μόνου θεοῦ, ἀλλ᾿ εἰσί τινες αὐτοῦ προστάξεις καὶ ὑπ᾿ ἀνθρώπων τεθεῖσαι. καὶ τριχῆ τοῦτον διαιρεῖσθαι οἱ τοῦ σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς.

εἴς τε γὰρ αὐτὸν τὸ δεὸν καὶ τὴν τούτου νομοθεσίαν διαιρεῖται, > δὲ καὶ εὶς τὸν Μωσέα οὐ καθὰ δι᾿ αὐτοῦ νομοθετεῖ ὁ θεός, ἀλλὰ καθὰ ἀπὸ τῆς ἰδίας ἐννοίας ὁρμώμενος καὶ ὁ Μωσῆς ἐνομοθέτησέ τινα) καὶ εἰς τοὺς πρεσβυτερους τοῦ λαοῦ διαιρεῖαι, <οἵ> καὶ εὐρίσκονται ἐντολάς τινας ἐνθέωτες ἰδίας.

πῶς οὖν τοῦτο οὕτως ἔχον ἐκ τῶν τοῦ σωτῆρος δείκνυται λόγων, μάθοις δἄν ἤδη.

διαλεγόμενός που ὁ σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι νενομόδετητο, ἔφη αὐτοῖς ὅτι »Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν τὸ ἀπολύειν τὴν γυναῖκα αὐτοῦ. ἀπ᾿ ἀρχῆς γὰρ οὐ γέγονεν οὕτως. δεὸς γάρ, φησί, συνέζευξε ταύτην τὴν συζυγίαν, καὶ ὅ συνέζευξεν ὁ κύριος, ἄνθρωπος, ἔφη, μὴ χωριζέτω«.