Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

<πάντως διέπταισαν οὖτοι, διᾴδοντες ἀλλήλοις καὶ ἑκάτεροι αὐτῶν διαμαρτόντες παρὰ αφίσιν αὐτοῖς τῆς τοῦ προκειμένου ἀληθείας.

οὔτε γὰρ ὑπὸ τοῦ τελείου θεοῦ καὶ πατρὸς φαίνεται τοῦτον τεθεῖσθαι ἑπόμενον γὰρ ἐστιν), ἀτελῆ τε ὄντα καὶ τοῦ ὑφ᾿ ἐτέρου πληρωθῆναι ἐνδεῆ, ἔχοντά τε προστάξεις ἀνοικείας τῇ τοῦ τοιούτου δεοῦ φύσει τε καὶ γνώμῇ· οὔτ᾿ αὖ πάλιν τῇ

τοῦ ἀντικειμένου ἀδικίᾳ νόμον προσάπτειν * <τὸ> ἀδικεῖν <ἀν>αθριπτβτα· * ἑξῆς τι μὴ συνορώντων, <κατὰ> τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα· »οἰκία ἢ πόλις μερισθεῖσα ἐφ’ ἑαυτὴν ὅτι μὴ δύναται στῆναι« ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο.

ἔτι τε τὴν τοῦ κόσμου δημιουργίαν <αὐτοῦ> ἰδίαν γέγει εἶναι τά τε πάντα δι᾿ αὐτοῦ γεγονέναι καὶ χωρὶς αὐτοῦ γεγονέναι οὐδὲν ὁ ἀπόστολος, προαποστερήσας τὴν τῶν ψευδηγορόύντων ἀνυπόστατον σοφίαι, καὶ οὐ φθοροποιοῦ θεοῦ, ἀλλὰ δικαίου καὶ μισοπονήρου· ἀπρονοήτων δὲ ἐστι ἀνθρώπων <τοῦτο>, τῆς προνοίας τοῦ δημιουργοῦ μὴ αἰτίαν καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὄμμα, ἀλλὰ καὶ τὸ τοῦ σὠματος πεπηρωμένων.

[*](12 Matth. 12, 25 — 14 Joh. 1. 11. 3; vgl. die Auslegung der Stelle bei Herakleon Origenes in Joh. tom. II § 100 ff; S. 70, 3 ff Preuschen (anders verwertet sie der Valentinianer bei Irenaeus adv. haer. I 8, 5; I 77 f Harvey) V M)[*](2 τοῦτον Oh.] τούτοις V M 5f τοῦδε τοῦ παντός. > *, vgl. S. 456, 19] τοῦτο δὲ τοῦ παντὸς V M 6 διαμαρτόντες aus ἁμαρτῶντες V corr 8 ἑπόμενον Pet.] ἑπόμενος V M 9 σφετέρου aus ὑφ’ ἑτέρου hergestellt V corr σφετέρου M 11 *] προσήκει *, χρὴ Pet. | <τὸ> ἀδικεῖν <ἀν>αιροῦντα ἀν)αιροῦντα Wil.] ἀδικεῖν αἱροῦντος V M 11 f * τῶν — συνορώντων] eränze etwa > * u. übersetze das ächste: u. solcher, die keine logische Folge zu erkennen vermögen vgl. Z. 17 f; Wil. schließt das ἀδικίαν ἀναιροῦντα an u. schreibt τῶν τὸ ἑξῆς τε μὴ συνορώντων | <κατὰ> schreibt <μήτε> u. verbindet das Glied mit συνορώντων 14 τε Wil.] γε | <αὐτοῦ> ἰδίαν *, αὐτοῦ sc. τοῦ σωτῆρος bildet den Gegensatz zu θεοῦ Ζ. 18] θείαν statt ἰδίαν Harnack 15 τά τε Pet.] ἅτε V M | γεγονέναι 2 Grabe] γέγονεν V M 18 <τοῦτο> *, sc. der Glaube,daß die Welt von φθοροποιὸς θεὸς ühre | μὴ αἰτίαν] μάτην Harnack μνωπίᾳ Hilgenfeld; aber αἰτίαν λαμβάνεσθαί τινος hat den Sinn von »Kenntnis «)
452

εῖρημένων. πεπόνθασι δὲ τοῦτο ἰδίως ἑκάτεροι αὐτῶν, οἱ με) διὰ τὸ ἀγνοεῖν τὸν τῆς δικαιοσύνης δεόν, οἱ δὲ διὰ τὸ ἀγνοεῖν τὸν τῶν ὅλων πατέρα, ὅν μόνος ἐλθὼν ὁ μόνος εἰδὼς ἐφανέρωσε.

περιλείπεται δὲ ἡμῖν ἀξιωθεῖσί γε τῆς αὐφοτέρων τούτων <γνώσεως> ἐκφῆναί σοι καὶ αὐτόν τε τὸν νόμον, ποταπός τις εἴη, καὶ τὸν ὑφ᾿ οὖ τέειται, τὸν νομοθέτην, <τῶν> ῥηθησομένων ἡμῖον τὰς ἀποδείξεις ἐκ τῶν τοῦ ἡμῶν λόγων παριστῶντες, δι᾿ ὦν μόνον ἔστιν ἀπταίστως ἐπὶ τὴν κατάληψιν τῶν ὅντων ὁδηγεῖσθαι.

4. Πρῶτον οὖν μαθητέον ὅτι ὁ σὔμπας ἐκεῖνος νόμος ὁ ἐμπεριεχόμενος τῇ Μωσέως πεντατεύχῳ οὐ πρὸς ἐνός τινος νενομοθέτηται, λέγω δὴ οὐχ ὑπὸ μόνου θεοῦ, ἀλλ᾿ εἰσί τινες αὐτοῦ προστάξεις καὶ ὑπ᾿ ἀνθρώπων τεθεῖσαι. καὶ τριχῆ τοῦτον διαιρεῖσθαι οἱ τοῦ σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς.

εἴς τε γὰρ αὐτὸν τὸ δεὸν καὶ τὴν τούτου νομοθεσίαν διαιρεῖται, > δὲ καὶ εὶς τὸν Μωσέα οὐ καθὰ δι᾿ αὐτοῦ νομοθετεῖ ὁ θεός, ἀλλὰ καθὰ ἀπὸ τῆς ἰδίας ἐννοίας ὁρμώμενος καὶ ὁ Μωσῆς ἐνομοθέτησέ τινα) καὶ εἰς τοὺς πρεσβυτερους τοῦ λαοῦ διαιρεῖαι, <οἵ> καὶ εὐρίσκονται ἐντολάς τινας ἐνθέωτες ἰδίας.

πῶς οὖν τοῦτο οὕτως ἔχον ἐκ τῶν τοῦ σωτῆρος δείκνυται λόγων, μάθοις δἄν ἤδη.

διαλεγόμενός που ὁ σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι νενομόδετητο, ἔφη αὐτοῖς ὅτι »Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν τὸ ἀπολύειν τὴν γυναῖκα αὐτοῦ. ἀπ᾿ ἀρχῆς γὰρ οὐ γέγονεν οὕτως. δεὸς γάρ, φησί, συνέζευξε ταύτην τὴν συζυγίαν, καὶ ὅ συνέζευξεν ὁ κύριος, ἄνθρωπος, ἔφη, μὴ χωριζέτω«.