Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

άλλὰ τῷ μὲν ὐποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος, νεανίσκῳ διὰ ῥάβδου, άνθρὶ δὲ ἐκδίκησις τῶν μειζόνων παραπτωμάτων μαχαίρᾳ διὰ νόμου, οὕτως καὶ ὁ κύριος ἐξῆς ἐνομοθέτει ἑκάστῃ γενεᾷ τὰ ἁρμόζοντα.

ἐκείνους μὲν γὰρ φόβῳ ἐσωφρόνιξεν, ὡς παιδίοις μικροῖς διαλεγόμενος καὶ άγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, τοὺς δὲ τελείους τελείων ἠξίου μυστηρίων.

ρίων. καὶ ἐν τῷ εὐαγγελίῳ γὰρ οὑτω πως λέγει τοῖς μαθηταῖς ἐν πολλοῖς τόποις »οὐκ οἴδατε τί ποιῶ, ὕστερον δὲ γνώσεσθε«, τουτέστιν ὅταν τέλειοι γένησθε· καὶ πάλιν »οὐκ ᾔδεισαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν‘.

ὁ δὲ Παῦλος »οὔπω γὰρ ἠδύνασθε, άλλ᾿ οὐδὲ ἔτι δύνασθε«, δεικνὺς ὅτι καιρῶν προϊόντων τελειότεραι ἐντολαί, οὖσαι μὲν αἱ αὐταί, μεταβαλλόμεναι δὲ εἰς ἑτέραν σχέσιν, ἀλλὰ τοῖς νέοις μὲν ἄλλως σκηματιζόμεναι, ἑτέρως δὲ τοῖς ἐντελεστέροις.