Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας, ὠ οὺτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν.

καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἴνα διὰ τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι.

καὶ γὰρ τῷ ὄντι »ἐκείνοις τυπικῶς συνέβαινεν, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὕς τὰ τέλη τῶν αἰώνων κατήντησεν«, > φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου καὶ τῶν ἄλλων.

εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα ἔφερες ὴμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ήπατημένοις.

12. Νομίζω δὲ καὶ ἐν τῷ παρόντι ἱκανῶς πρὸς τάς σου λέξεις, ὦ ἀγύρτα, εἰρῆσθαι, ὦν ποιήσας τὸν ἔλεγχον ἐπὶ τὰς ἐξῆς αἱρέσεις βαδιοῦμαι, τὸν αὐτὸν θεὸν συνήθως ἐπικαλούμενος ἐπικουρῆσαι τῇ ἡμῶν μετριότητι εἰς τὸ φωρᾶσαι ἑκάστης αἱρέσεως παραπεποιημένης τὸν ἔλεγχον.

ὅτι μὲν γὰρ συρίγμασιν ἑαυτοῦ, ὡς ἀπὸ θαλάσσης ἀνελθὼν καραρίας καὶ ἔχιδναν προκαλούμενος, τὴν Φλώραν διὰ τῶν γραμμάτων αὐτήν τε καὶ ἄλλους σὺν αὐτῇ ἠπάτησεν, δέδεικατι ἐν τοῖς εἰρημένοις· ἐν δὲ τῇ

τῆς ἀληθείας σαγήνῃ ἡς τὸ αἴνιγμα ὁ [*](5 Matth. 24, 50f — 16 I Kor. 10, 11 — 29 f vgl. Matth. 13, 51ff V M) [*](1 ὡς auf Rasur Ycorr 2 vor ἅτε zwei Buchstaben ausradiert V corr 8 κατὰ *] περὶ V M | συκοφαντεῖν aus συκοφαντῶν V corr συκοφαντεῖν M 10 οὐθ᾿] *] erst nachgetragen Ycorr stellt in M 13 εἰπεῖν ὅτι am Rande nachgetragen Ycorr 10 f εἰς οὓς — κατήντησεν nachgetragen V corr 17 > * 19 εἴθε auf Rasur V corr 23 αἰρέσεις am Rande nachgetragen V corr 25 μετριό|||τητι ο aus ω Ycorr 29 nach ἧς 2—3 Buchstaben ausradiert)

464
κύριος ἐν τῷ εύαγγελίῳ βασιλείαν ούρανῶν άπεφήνατο ἐνειλήσαντες καἰ τῶν πονηρῶν ἰχθύων ἴνα ὄντα αύτὸν ἐλέγξαντες τῷ τὰ μοχθηρὰ ῥήματα αὐτοῦ φωρατὰ ποιῆσαι, τῇ τῆς άληθοῦς πίστεως διδασκαλίᾳ ἡττήσαμεν.

ἐν τῇ τοῦ θεοῦ τοίνυν δυνάμει συντρίψαντες τοῦτον αὐτοὶ μὲν θεῷ εὐχαριστήσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς ὁμοίως ὡς προεῖπον [*](P 229 D 214 Ö 424) προέρχεσθαι ἐπιβαλώμεθα. |

[*](V M 3 ῥήματα, ῥή auf Rasur Vcorr | αὐτοῦ am Rande nachgetragen V corr 6 Unterschrift κατὰ Πτολεμαίων V M)