Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας, ὠ οὺτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν.

καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἴνα διὰ τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι.

καὶ γὰρ τῷ ὄντι »ἐκείνοις τυπικῶς συνέβαινεν, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὕς τὰ τέλη τῶν αἰώνων κατήντησεν«, > φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου καὶ τῶν ἄλλων.

εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα ἔφερες ὴμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ήπατημένοις.