Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

θύουσι γὰρ αὐτῷ οἱ Κεφαλλῆνες εἰς τοσαύτην πλάνην ἐλη- λακότες καὶ σπένδουσι καὶ ἐν τῷ ἰδρυμένῳ αὐτοῦ τεμένει εὐωχοῦνται ὔμνους τε αὐτῷ ᾄδουσι.

δι᾿ ὑπερβολὴν δὲ τῆς ἐκείνου παιδείας, ἐγκυκλίου τε καὶ Πλατωνικῆς, ἡ πᾶσα τοῖς προειρημένοις κατά τε τὴν αἵρεσιν καὶ κατὰ τὴν ἑτέραν πλάνην, λέγω <δὲ> τὴν εἰς μανίαν τοὺς ἐπιχωρίους τρέψασαν, γέγονεν ἀπ΄ αὐτοῦ άπάτη.

συνήπ- τετο γοῦν οὖτος ὁ Ἐπιφάνης Σεκούνδῳ καὶ τοῖς ἀμφ’ αὐτόν. τὴν γὰρ αὐτοῦ ἰοβολίαν ἀπεμάξατο, λέγω > τὴν τῆς ἀδικούσης ἑρπετώδους [*](4 — 8 Clemens AI. strora. III 5, 2; II 197, 19 ählin ὐἱὸς ἦν Καρποκράτους καὶ μητρὸς Ἀλεξανθρείας τοὔνομα, τὰ μὲν πρὸς πατρὸς Ἀλεξανδρεύς, ἀπὸ δὲ μητρὸς Κεφλληνεύς, ἔζησε δὲ τὰ πάντα ἑπτακάίδεκα ἔτη — 11 — 17 Clem. AI. a. a. Ο. δεὸς ἐν Σἄμῃ τῆς Κεφαλληνίας τετίμηται, ἔνθα αὐτῷ ἰερὸν ῥυτῶν λίθων, βωμοὶ τεμένη μουσεῖον ᾡκοδόμηταί τε καὶ καθιέρωται, καὶ συνιόντες εἰς τὸ ἱερὸν οἱ Κεφαλλῆνες κατὰ νουμηνίαν γενέθλιον ἀποθέωσιν θύουσιν Ἐπιφάνει, σπένδουσί τε καὶ εὐωχοῦνται καὶ ὕμνοι ᾄδονται; dazu Hilgenfeld Ketzergeschichte S. 402 ff Usener Weihnachtsfest 2 S. 114 10 — 17f Clemens AI. a. a. O. ἐπαιδεύθη μὲν οὖν παρὰ τοῖ πατρὶ τήν τε ἐγκύκλιον παιδείαν καὶ τὰ Πλάτωνος] V M) [*](1 συνημμένου aus αυνημμένον Vcorr 3 συρφετώδη||| , ς wegradiert Vcorr 6 Κεφαλληνίας, λ oben über V corr 7 <δὲ> * H καὶ hineingeflickt 15 Κεφαλῆνες V 17 τε Dind.] δὲ YM 19 > * 20 συνείπετο aus αυνήπετο V corr συνείπετο M 22 <δὲ> * | ἀδικούσης durchgestrichen V corr < M ς über V corr)

443
φθορᾶς περιττολογίαν.

4. Ἰσίδωρον δὲ φάσκουσιν ἐν παραινέσεσι τῆς αὐτοῦ μοχθηρίας αἴτιον γεγενῆσθαι. εἰ δὲ καὶ αὐτὸς τὰ ἴσα φρονῶν καὶ ἐξ αὐτῶν ὁρμώμενος ἐτύγχανεν ἢ ἐκ φιλοσόφων μαθὼν παραινετικός τις καὶ αὐτὸς ὑπῆρχεν, οὐ πάνυ σαφῶς περὶ τοῦ Ἰσιδώ- ρου γνῶναι ἠδυνήθημεν. πλὴν οὑτοι πάντες καττύουσι τὴν ἴσην πραγματείαν.

Πρῶτον μὲν οὖν ἐνομοθέτει αὐτὸς ὀ Ἐπιφάνης σὺν τῷ αὐτοῦ πατρί τε καὶ προστάτῃ τῆς αἱρέσεως Καρποκράτει καὶ τοῖς άμφαύτὸν κοινὰς εἰναι τὰς τῶν άνθρώπων γυναῖκας, ἔκ τε τῶν Πλά- τωνος Πολιτειῶν τὴν πρόφασιν λαβὼν καὶ τὴν ἰδίαν ἐπιθυμίαν ἐκτελῶν.

ἐντεῦθεν δὲ τὴν ἀρχὴν ποιεῖται λέγων, ὡς έν τῷ εὐαγγελίῳ ἐξφέρεται τοῦ σωτῆρος φάσκοντος τρεῖς μὲν εὐνούχους εἶναι τόν τε ἐξ άνθρώπων εύνουχιζόμενον καὶ τὸν ἐκ γεννητῆς καὶ τὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτὸν ἑκουσίως εὐνουχίσαντα, καί φησιν·