Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

34. Πρῶτον μὲν ὅτι διάφορα παρ’ αὐτοῖς τὰ φρονήματα καὶ ἕτερος τὰ τοῦ ἑτέρου καταλύειν ἐπαγγέλλεται. δεύτερον δὲ ὅτι ἀσύστατα τὰ παρ᾿ αὐτοῖς μυθοποιήματα, οὔτε που γραφῆς νόμου οὔτε τινὸς προφήτου τῶν μετὰ Μωυσέα, ἀλλ’ οὔτε οὔτε τῶν αὐτοῦ εὐαγγελιστῶν, ἀλλ’ οὕτε μὴν τῶν ἀποστόλων.

εἰ γὰρ ταῦτα ὑπῆρχεν, ὁ ἐλθὼν φωτίσαι τὴν οἰκουμένη κύριος καὶ πρὸ αὐτοῦ οἱ προφῆται, ἔπειτα δὲ καὶ οἱ ἀπόστολοι οἱ ἐλέγξαντες τὴν εἰδωλολατρείαν πᾶσάν τε παράνομον πρᾶξιν καὶ μὴ δειλιάσαντές γράφειν κατὰ πάσης παρανόμου διδασκαλίας καὶ ἐναντιότητος σαφῶς ἂν τὰ τοιαῦτα ἡμῖν κατήγγελλον,

καὶ μάλιστα αὐτοῦ τοῦ σωτῆρος λέγοντος ὅτι τοῖς μὲν ἔξω ἐν παραβολαῖς, ὑμῖν δὲ † τὰς παραβολὰς εἰς ἐπίλυσιν βασιλείας οὐρανῶν ῥητέον«.