Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν ὀμοίων αὐτοῖς ἐπεβόησεν ὁ ἀπόστολος »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἶ ὁδοὶ αὐτοῦ«, ἀλλὰ οὐκ ἐν τῷ ὐπὲρ τὸν κτιστὴν καὶ δημιουργὸν Μητέρα τούτου καὶ αὐτῶν Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν καὶ εἰς τοσοῦτον ἥκειν [*](14 vgl. Rom. 11, 32 — 19f vgl. Ephes. 3, 6 — 21 vgl. I Kor. 15, 54 — 22 Hos. 2, 23 — 23 Jes. 54 1 — 25 Rom. 11, 33 V M lat.) [*](2 αὐτὴν < lat. 3 τ ρομφέα(!), τ vorgesetzt εα auf Rasur Ycorr 4 τούτους V 5 οἰκειοῦν V 6 τε < lat. | πραγματείαν] instrwnentum Isit. | 2 < V 7 γινομένην V 10 τὰ μὲν οὐράνια < Μ 11 ὁ θεὸς] dei lat. 12 ἰδέα aus εἰδέα Vcorr εἰδέα M | συνείη M adesse (= συνεῖναι) lat. 16 τῶν < M 17 ἡ ἀρχή] et non in imtio lat. 19 τί] ἔτι M 19f σύνσωμα Μ 22 ἐρεῖ ὁ] ἐρεῖς M fa[c]tus est lat. 27 τούτου Ausgg.] τούτων VM eins lat. | αὐτῶν Ausgg.] αὐτοῦ V αὐτὸν M illorum)

434
βλασφημίας·

οὐδὲ <ἐν τῷ> τὸ ὐπὲρ ταύτην πάλιν Πλήρωμα τότε μὲν τριάκοντα, νῦν δὲ † ἀνήριθμον φῦλον Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς πάντα τὸν κόσμον, καθὼς προέφαμεν.

32. Ἴδωμεν νῦν καὶ τὴν τούτων ἄστατον γνώμην, δύο που καὶ τριῶν ὄντων πῶς περὶ τῶν αὐτῶν οὐ τὰ | αὐτὰ λέγουσιν, ἀλλὰ τοῖς πράγμασιν καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται.

ὁ με) γὰρ πρῶτος ἀπὸ τῆς λεγομένης Γνωστικῆς αἱρέσεως τὰς ἀρχὰς εῖς ἵδιον χαρακτῆρα διδασκαλείου μεθαρμόσας Οὐαλεντῖνος οὕτως ἐξεφόρησεν, ὁρισάμενος εἶναι δυάδα <τὶνὰ>

ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄρρητον, τὸ δὲ Σιγήν· ἔπειτα ἐκ ταύτης τῆς δυάδος δευτεραν δυάδα προβεβλῆσθαι, ἧς τὸ μέν τι ὀνομάζει, τὸ δὲ Ἀλήθειαν· ἐκ δὲ τῆς τετράδος ταύτης καρποφορεῖσθαι Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην Ὀγδοάδα πρώτην, καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι,

καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν καἰ ὑστερήσασαν τὴν λοιπὴν πεποιῆσθαι.

Ὅρους τε δύο ὑπέθετο, ἕνα μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς γεν<ν>ητοὺς Αἰῶνας ἀπὸ τοῦ Πατρός, ἔτερον δὲ τὸν ἀφορίζοντα αὐτῶν τὴν Μητέρα ἀπὸ τοῦ Πληρώματος.